κεκερασμένην ἐπιεικῶς εὑρήσομεν τὴν παράκλησιν. εἰ δὲ δή τις οἴοιτο κατὰ τῆς Νινευΐ γενέσθαι καὶ λέγεσθαι, πρὸς 1 ἕτερόν τι τετράψεται τῶν θεωρημάτων ὁ νοῦς, καὶ τοῖς πεπονθόσι τὴν δήωσιν τοῦ καὶ αὖθις ἀνασφῆλαι δίδωσί τε καὶ ἐμπεδοῖ τὰς ἐλπίδας. τῆς οὖν ἐπ’ ἀμφοῖν ἐννοίας τὸν σκοπὸν 1
ὡς ἔνι ἐμφανῆ καταστήσομεν. ἀπολακτίσαντες γὰρ Ἰουδαῖοι τὴν εἰς Θεὸν ἀγάπησιν, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας τὸ γνήσιον δι’ οὐδενὸς παντελῶς ποιούμενοι λόγου, κατέθορον εἰς πολυθεΐαν καὶ ἀλλόκοτον πλάνησιν καὶ τὴν ἔξω νόμου ζωὴν, ἀνεδείμαντό τε βωμοὺς, ἔστησαν τεμένη τοῖς ἔργοις τῶν
2 ἰδίων χειρῶν, τελετὰς καὶ θυσίας προσῆγον, τῇ Ἀστάρτῃ, τῷ Χαμῶς, τῷ Βεελφεγὼρ, ταῖς δαμάλεσι ταῖς χρυσαῖς, καὶ τὸ ἔτι τούτων ἀλογώτερον, αὐταῖς ἀνέθεσαν ᾠδὰς τὰς χαριστηρίους. 3 τηρίους, ἔφασκον γὰρ ἐξ ἀποπληξίας οἱ δείλαιοι “ Οὗτοι “ οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἶ’.
4 “ γύπτου.’’ ἀλλὰ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασι διαλελήθασι σφᾶς αὐτοὺς καταθήγοντες ἐφ’ ἑαυτοῖς τὸν πάλαι προεστηκότα καὶ ἀνασώζοντα Θεὸν, ᾧ γεγόνασιν ἐχθροὶ, καὶ ἐν τῇ τῶν πολεμίων τέθεινται μοίρᾳ, τοῖς μὴ κατὰ φύσιν 5
θεοῖς προσνέμοντες ἑαυτοὺς, καίτοι πάλαι Μωυσέως βοῶντος περὶ Θεοῦ, ὡς εἴη τε καὶ ζηλωτὴς, καὶ ὡς πῦρ ἀναλίσκον, 6 καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο καταλυπεῖν ᾑρημένων. προανεφώνει γὰρ ὅτι “ Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, παρώρ. 7 “ γισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παρασζηλώσω αὐ-
“ τοὺς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. προσκεκρουκότες δὴ οὖν πολυτρόπως, εἰκότως καὶ διολώλασι. τοῦτο καὶ νῦν ὁ Προφήτης φησὶ, μονονουχὶ καὶ ἀσχάλλοντας ἐπὶ τοῖς συμβεβηκόσι τοὺς δήμους τῶν Ἰουδαίων, ἐλέγχων τε 8 ὁμοῦ καὶ παραμυθούμενος. ναὶ γὰρ, φησὶ, καταλγύνεσθε
πεπονθότες ἀδοκήτως τὴν ἐρήμωσιν, οἴκων τε καὶ χώρας καὶ πόλεων ἐκσεσοβημένοι, καίτοι νικῶντες ἀεὶ τοὺς ἀνθεστηκότας· πεπτώκατε δὲ καὶ ὑπὸ πόδας ἐχθρῶν. εἶτα πῶς οὐκ ἔδει πρὸ πείρας ἐννοεῖν, ὅτι Θεὸς ζηλωτής ἐστι, καὶ ἐκδικῶν Κύρος μετά, θύμου, εκδικων τοὺς υπεναντιους αυτου, καὶ εζαιρων
τοὺς ἐχθροῦς αὐτοῦ ; εἰ δὲ δὴ καὶ ἡμεῖς ἐξῃρήμεθά φησι, 9 καὶ γεγόναμεν ἐκ μέσου, καὶ ὑπὸ χεῖρα δυσμενῶν, ἀλλ’ ἒστημεν εἰς ἐχθροὺς, πεπολεμήκαμεν ἀνοσίως τῷ πάντα ἰσχύοντι, καὶ πρὸς πᾶν ὁτιοῦν ᾠχόμεθα τῶν ἀπᾳδόντων αὐτῷ. Ἂλλ’ ἐρεῖς, ὅτι μακρόθυμος ὁ Δεσπότης. ναὶ, σύμφημι
καὶ αὐτὸς, καὶ γάρ ἐστι κατὰ φύσιν τοιοῦτος. πλὴν ἀθῳῶν οὐκ ἀθῳώσει, τουτέατιν, οὐκ ἀπαλλάξει παντελῶς αἰτιαμάτων 10 καὶ δίκης τοὺς προσκεκρουκότας αὐτῷ, καὶ τοῦτο ἀκαταλήκτως 11 καὶ πέρα δὴ μέτρου. ἀναβάλλεται μὲν γὰρ τὴν ὀργὴν ἐξ ἡμερότητος τῆς ἐμφύτου, καὶ ἀνέχεται πλημμελούντων τινῶν ἔσθ’ ὅτε, περιμένων τὴν μετάγνωσιν· μέλλοντας δὲ καὶ ἀναδυομένους μακρὰ, κολάζει λοιπὸν καὶ ὑπάγει ποιναῖς
ὡς κατεσκληκότας. ὧδε μὲν οὖν ἕξει τε ὁ λόγος ἡμῖν καὶ νοοῖτο γεγονὼς, εἰ βλέποι πρὸς Ἰουδαίους· εἰ δὲ δὴ φέροιτο κατὰ τῆς Νινευΐ, νοήσομεν ἑτεροίως.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.