πατέρων εὐγένειαν ἀναφοιτήσειν οὐκ εἰς μακρὰν, τοῦτο προφητῶν ἁγίων ὡς Θεοῦ λαλοῦντος ἐπηγγελμένων. ἦν δὲ αὐτοῖς ὁ τῆς ἐλπίδος καιρὸς, τῆς Κύρου βασιλείας μέλλοντος αἱρήσειν κατὰ κράτος τὴν Νινευΐ, καὶ τοῦτο πάλιν αὐτοῖς 2 Ἡσαΐου προαπηγγελκότος. ἔφη γάρ “ οὕτω λέγει κύριος
“ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἐμπροσθὲν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ “ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς
3 “συνθλάσω. ” καὶ μεθ’ ἕτερα πάλιν “ οὗτος οἰκοδομήσει “τὴν πόλιν Ἰερουσαλήμ, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ “μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε “Kύριος σαβαώθ.” ἥξει τοίνυν, φησὶν, ἄγγελος τοῖς ἐξ 4 Ἰσραὴλ φήνης, τὴν Κύρου σημαίνων ἐκστρατείαν, ὅτε καὶ
τὸν τῆς αἰχμαλωσίας ἀπεσείοντο ζυγὸν, καὶ τὴν τῶν κρατούντων ῥάβδον συνέτριψαν, καὶ τῆς ἀσυνήθους δουλείας ἀπορρήξαντες τὰ δεσμὰ, οἴκαδε πάλιν γεγονότες, ἐσώζοντο.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.