“ κύριον τὸν Θεὸν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ “ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι “ τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ “ τῶν ἀλσέων καὶ ἀπὸ τῶν χωνευτῶν, καὶ κατέσκαψαν κατὰ “ πρόσωπον αὐτοῦ τὰ θυσιαστήρια τῶν Βάαλ, καὶ τὰ
“ ὑψηλὰ τὰ ἐπ’ αὐτῶν, καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ, 2 “ καὶ τὰ χωνευτὰ συνέτριψε καὶ ἐλέπτυνε καὶ ἒῤῥιψεν ἐπὶ “ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς· καὶ “ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθά “ ρισε τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλήμ.” οὐκοῦν διολώλασιν
ἐπ’ αὐτοῖς τεμένεσιν, ὡς ἔφην, καὶ βωμοῖς, καὶ τοῖς χωνευτοῖς μονονουχὶ συνεθάπτοντο, κατὰ τὸν τοῦ Προφήτου λόγον. ἰστέον δὲ, ὅτι κατά γε τοὺς χρόνους Ἐζεκίου προεφήτευσεν 3 τευσεν ὁ Ναούμ. εἶτα γέγονεν ἐκ μὲν Ἐζεκίου Μανασσῆς, ὃς βεβασίλευκεν ἔτη πέντε καὶ πεντήκοντα· Μανασσῆ δὲ
υἱὸς Ἀμὼς, ὃς ἔτη μόλις διεβίω δύο, καὶ μετ’ ἐκεῖνον ὁ Ἰωσίας, ἐφ’ οὗ τὰ τῆς προφητείας πεπλήρωται, καθὰ δέδειχεν ἡμῖν ἀρτίως ὁ λόγος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.