Θεοῦ, προσκείμενος δὲ ταῖς τῶν εἰδώλων λατρείαις, ταύτῃτοι καὶ γεγονὼς αἰχμάλωτος πεπόρευται πρὸς ἐχθροὺς, ἀπεκομίσθη τε οὕτως εἰς τὴν Νιωευΐ. οἱ δὲ δὴ περιλειφθέντες ἐν τοῖς Ἱεροσολύμοις, οὐδὲν ἧττον ἦσαν ῥᾴθυμοι πρὸς φιλοθεΐαν, καὶ ἀνασφαλεῖς εἰς εὐλάβειαν, καὶ ἀποσπουδάζοντες
μὲν τὸ ἁνδάνον Θεῶ, καὶ τῆς ὑπ’ αὐτῶ δουλείας ἀποσειόμενοι 1 τὸν ζυγόν· θύοντες δὲ τῇ Βάαλ ἔτι καὶ τῇ Ἀστάρτῃ καὶ τῇ 2 στρατιᾷ τοῦ οὐρανοῦ. ἐπειδὴ δὲ διὰ προφητῶν ἁγίων γεγόνασιν ἀπειλαὶ, Θεοῦ λέγοντος ἐναργῶς ὡς διολεῖται μὲν Ἰερουσαλὴμ, βαδιοῦνται δὲ τοῖς ἄλλοις ὁμοῦ πάντη τε καὶ
πάντως αἰχμάλωτοι καὶ οἱ κατοικοῦντες αὐτὴν εἰς χεῖρας 3 ἀλλοτρίων, ἐξένηψαν κατὰ καιροὺς τῶν ἐν αὐτὴ βεβασιλευκότων τινὲς, καὶ καθεῖλον τεμένη, βωμοὺς ἀνέτρεψαν, καὶ πυρὶ δεδαπανήκασι τὰ γλυπτά. μάλιστα δὲ τῶν ἄλλων διέπρεψεν ἐν τούτοις Ἰωσίας, περὶ οὗ λελάληκε καὶ ὁ 4 ἄνθρωπος τοῦ Θεοῦ θύοντί ποτε τῷ Ἰεροβοὰμ τῷ τοῦ
Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. ὁ μὲν γὰρ εἱστήκει ταῖς 5 δαμάλεσι ταῖς χρυσαῖς ἀνοίσων θυσίας· ὁ δὲ πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου φησί “ Θυσιαστήριον θυσιαστή “ ῥίον τάδε λέγει Κὐριος Ἴδου υἱὸς τίκτεται τῷ οἴκῳ “ Δαυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς
“ τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων “ καύσει ἐπὶ σέ.’’ ὅτι δὲ εἰς πέρας ἐκβέβηκε τὸ προεπηγγελμένον, μεμαρτύρηκεν ἐναργῶς τὸ γράμμα τὸ ἱερόν. γέ- 6 γραπταὶ δὲ οὕτως ἐν τῆ τετάρτῃ τῶν βασιλειῶν περὶ Ἰωσίου 7 “ καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ
“ καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσι τὸν “ σταθμὸν, τοῦ ἐξαγαγεῖν ἐκ τοῦ οἴκου κυρίου πάντα τὰ “ σκεύη τὰ πεποιημένα τῶ Βάαλ καὶ τῶ ἄλσει καὶ πάσῃ “ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἱερου “ σαλὴμ ἐν Σαδημὼθ κέδρων, καὶ ἔλαβε τὸν χοῦν αὐτῶν
“ εἰς Βαιθὴλ, καὶ κατέκαυσε τοὺς χωμαρεὶμ οὓς ἔδωκαν 8 “ βασιλεῖς Ἰούδα, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς “ πόλεσιν Ἰούδα καὶ ἐν τοῖς κερικύκλῳ Ἱερουσαλὴμ. καὶ “ τοὺς θυμιῶντας τῇ Βάαλ καὶ τῷ ἄλσει καὶ τῷ ἡλίῳ καὶ “ τῇ σελήνῃ καὶ τοῖς μαζουρὼθ καὶ πάση τῇ δυνάμει τοῦ
“ οὐρανοῦ. καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν “ Ἰερουσαλὴμ εἰς τὸν χειμάρρουν τῶν κέδρων, καὶ κατέκαυ 9 “ σεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τῶν κέδρων, καὶ ἐλέπτυνεν εἰς “ χοῦν, καὶ ἔρριψε τὸν χοῦν αὐτῶν εἰς τὸν τάφον τῶν υἱῶν “ τοῦ λαοῦ.’’ συνίης οὖν, ὅπως τισὶ τέθεινται ταφή τις ὥσπερ τὰ χωνευτὰ, καὶ ἐξωλοθρεύθησαν ἐξ οἴκου κυρίου τοι 10
γλυπτα ;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.