1 τό Οὐ σπαρήσεται ἐκ τοῦ ὁνόματός σου ἔτι· ἀκούσεται δὲ, καὶ μάλα εἰκότως, ὁ νοητὸς Ἰσραὴλ, τουτέστιν, οἱ τοῖς τῆς διανοίας ὄμμασιν ὁρῶντες Θεὸν καὶ τὴν δόξαν τοῦ Μονογενοῦς κατατεθηπότες Οὐ σπαρήσεται ἐκ τοῦ ὁνόματός σου ἔτι. γεγόνασι μὲν γὰρ πρὸ τῆς πίστεως ὑπὸ χεῖρας ἐχθρῶν,
ὑποζεύξαντες τὸν τῆς διανοίας αὐχένα τῷ σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς, καὶ τοῖς κακοῖς τῆς φιλοσαρπροκαταδῃώσας] 2 κίας ἐνδεδεμένοι. ἀλλ’ ἐξῄρηται λοιπὸν ἡ πλεονεξία τῶν πάλαι κεκρατηκότων, κατεσείσθη καὶ πέπτωκε σὺν ἐκείνοις ἡ ἁμαρτία, ἐξῄρηται τῶν παθῶν ἡ δύναμις. ἀνῆκε γὰρ ἡμᾶς ὁ Σριστὸς, συνεκόμισε διὰ τῆς πίστεως εἰς ἁγιασμὸν, καίτοι 3
πολυτρόπως κατεσπαρμένους εἰς πολυειδῆ καὶ ἐξίτηλα πάθη, καὶ εἰς ἀμέτρητον πολυθείαν. ἀλλ’ οὐκ ἔτι διασπαρησόμεθα, μενοῦμεν δὲ πάντως ἐν Χριστῷ, μίαν ἔχοντες πίστιν, 4 ἓν βάπτισμα, καὶ ἕνα κύριον Σωτῆρά τε καὶ Λυτρωτὴν, καὶ δι’ αὐτοῦ τῶ Θεῷ καὶ Πατρὶ πρὸς ἑνότητα τὴν πνευματικὴν
συνδούμενοι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.