πάντα τὰ ἔθνη, ἢ δορίληπτος καὶ ἀλήτης καὶ τῆς ἐνεγκούσης ὡς ἀπωτάτω καὶ παγχάλεπον ὑπομένων θητείαν ἐν πόλεσι δυσμενῶν οἰκτρῶς τε καὶ ἐλεεινῶς καὶ ἀθλίως κατεσκεδασμένος. 1 σημειωτέον δὲ, ὅτι πρὸ τῆς ἐν Βαβυλῶνι δευτέρας αἰχμαλωσίας ἦν ὁ Προφήτης Ναούμ, καὶ μετὰ ταύτας τοῦ
Προφήτου τὰς φωνὰς ἥλω καὶ πεπόρευται πρὸς αἰχμαλωσίαν ὁ Ἰούδας, καὶ δεδούλευκεν Ἀσσυρίοις. Ἐζεκίου μὲν γὰρ τοῦ Ἰερουσαλὴμ βασιλεύοντος, κατεστράτευσε τῆς Σαμαρείας 2 μαρείας ὁ Σεναχηρεὶμ, καὶ τὰς ἐν αὐτῇ πόλεις καταδῃώσας, προσεμπρήσας δὲ καὶ ἑτέρας, ἀπέστειλεν ἐκ Λαχὶς τὸν
Ῥαψάκην, ὃς καὶ ἄγροικον ἠφίει κατὰ Θεοῦ τὴν γλῶτταν, εἶτα πεπτώκασιν ἀγγέλου χειρὶ τῆς τῶν Ἀσσυρίων στρατιᾶς 3 ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες· μετὰ δέ γε τὴν Ἐζεκίου 4 βασιλείαν χρόνου μεταξὺ διαγεγονότος οὐ μικροῦ, Σεδεκίου βεβασιλευκότος, ὃς ἦν υἱὸς Ἰωσίου, πεπολιόρκηκε τὴν Ἱε- 5 6 ρουσαλὴμ, προκαταδῃώσας ὅλην τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ, εἶτα κατὰ κράτος ἑλὼν τὴν ἁγίαν πόλιν, κατεμπρήσας δὲ καὶ τὸν διαβόητον ἐκεῖνον ναὸν, ἀπῴκισε τὸν Ἰούδαν καὶ προστέθεικε τοῖς ἐκ Σαμαρείας διὰ τοῦ Σεναχηρεὶμ 7 ἀπενηνεγμένοις. ἆρ’ οὖν διαψεύδεται τὴν ὑπόσχεσιν
ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ Προφήτου λέγων πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι ; εἶτα πῶς οὐκ ἀμαθὲς, μᾶλλον δὲ καὶ εἰς λῆξιν ἃν ἴοι τοῦ παντὸς ἤδη κακοῦ, τὸ ψευδοεπεῖν οἴεσθαι τὸν Θεόν ; ἁμαρτοεπὲς γὰρ οὔτι που τὸ θεῖον, πολλοῦ γε καὶ δεῖ· ἀληθεύσει δὲ
οὕτως. μνημονεύσας γὰρ πρότερον τῆς ἀφέσεως τῆς γεγένημένης κατὰ καιροὺς, Κύρου τοῦ τῶν Περσῶν ἀνῃρηκότος τὸ κράτος, τότε φησιν, ὡς οὐκ ἂν ἀλήτης γένοιτο μετὰ τοῦτο 8 ἔτι καὶ ἔξοικος ὁ Ἰσραήλ. ἀνακεκλημένοι γὰρ εἰς τὰ ἑαυτῶν καὶ ὑπονοστήσαντες εἰς τὴν Ἰουδαίαν, κατῳκήκασιν
ἀσφαλῶς. καὶ κεκίνηνται μὲν πόλεμοι κατ’ αὐτῶν ὑπό τε 9 Ἀντιόχου τὸ ἐπίκλην Ἐπιφανοῦς, καὶ ἑτέρων δὲ μετ’ ἐκεῖνόν τινων· πλὴν οὐκ ἀπῴχοντο πρὸς αἰχμαλωσίαν· ἀλλ’, ὡς ἔφην, κατῳκήκασι τὴν ἐνεγκοῦσαν ἀσφαλῶς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.