Ηατὴρ κυριοκτόνῳ γεγενημένῃ τῆ Ἱερουσαλὴμ, ἤτοι τῇ τῶν Ἰουδαίων χώρᾳ “ ὅτι ἕως θεμελίων αὐτῶν χερσωθήσεται, 1 “ καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς κα- “ λάμη ξηρασίας μεστή. ἐκ σοῦ ἐξελεύσεται λογισμὸς “ κατὰ τοῦ κυρίου πονηρὰ βουλευόμενος ἐναντία.” καταπέπρησται
γὰρ καὶ κεχέρσωται, καὶ ὡς καλάμη ξηρὰ δεδαπάνηται. τετολμήκασι γὰρ λογίσασθαι πονηρὰ κατὰ τοῦ c κυριοῦ, καὶ μὴν καὶ ἀθύρῳ γλώττη χρήσασθαι· ποτὲ μὲν γὰρ Σαμαρείτην καὶ κάτοινον καὶ ἐκ πορνείας γεγεννημένον 2 ὠνόμαζον. ποτὲ δὲ καὶ ἔφασκον ὅτι “ πλανᾶ τὸν ὄχλον,
καίτοι ταύτης ἕνεκα τῆς αἰτίας ἀπεσταλμένου πάρα του Θεοῦ καὶ Παρρὸς, ἵνα τοῦ πλανᾶσθαι τὸ πλανώμενον ἀπαλλάξῃ καὶ προσκομίσῃ Θεῷ τὸ ἀποσκιρτῆσαν αὐτοῦ, καὶ προσάγῃ διὰ τῆς πίστεως τὸ πολυτρόπως ὠλισθηκὸς εἰς ἀπόστασιν, καὶ καταφωτίσῃ μὲν τὸ ἐν σκότει, καταδήσῃ δὲ 3
τὸ συντετριμμένον. ἐπειδὴ δὲ οὐκ εἰσάπαν ὠλόθρευσε τὸν Ἰσραὴλ, τετήρηται δὲ, ὡς ἔφην ἤδη πλειστάκις, αὐτῷ τὸ 4 5 κατάλειμμα· πεπιστεύκασι γὰρ καὶ ἐξ Ἰουδαίων οὐκ εὐαρίθμητοι, καὶ τοῖς ἔθνεσιν ἀναμὶξ δοξολογοῦσι Χριστόν· ἀκουέτωσαν μὲν οἱ ἐκ τῆς κατὰ σάρκα περιτομῆς ὅτι Συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ δοῦ καὶ τοὺς δεσμούς σου διαῤῥήξω καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύρος. ποίαν δὲ ἄρα φησὶ
6 τὴν ῥάβδον, ἢ τίνας ὅλως δεσμοὺς, πῶς οὐκ ἀναγκαῖον εἰπεῖν ; ὑπέκειντο μὲν γὰρ οἷά τινι σκήπτρῳ, κατηχθισμένοι τῇ τῶν γραμματέων τε καὶ Φαρισαίων ἀπονοίᾳ τε καὶ ἀγριότητι, καὶ μονονουχὶ δεσμοῖς συνεχόμενοι τοῖς ἐκείνων ἐντάλμασιν, οὐ παρεδέχοντο τὴν πίστιν. ἀλλ’ ἐξῄρηται μὲν ἡ ῥιίβρος,
τουτέστιν ἡ ἀρχὴ, διεῤῥάγη δὲ τὰ δεσμὰ, καὶ λοιπὸν ἐλευθέρῳ φρονήματι προσδεδραμήκασι τῷ χριστῷ, μονονουχὶ προτροπάδην ἐπιφωνοῦντες ἀλλήλοις, κἀκεῖνο λέγοντες τὸ διὰ 7 τῆς τοῦ ψάλλοντος λύρας “ Διαρρήξωμεν τοὺς δεσμοὺς αὐ- “ τῶν, καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν.’’
Ακουέτεσαν δὲ πρὸς ἐκείνοις οὐδὲν ἧττον οἱ ἐξ ἐθνῶν Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαῤῥήξω καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύριος. πάλαι μὲν γὰρ τοῖς τοῦ διαβόλου σκήπτροις ὑπεζευγμένοι, καὶ τοῖς τῶν κοσμικῶν ἡδονῶν κατεσφιγμένοι δεσμοῖς προσεκύνουν “ τῇ
8 “ κτίσει παρὰ τὸν κτίσαντα·’’ Θεὸν οὐκ ᾔδεσαν τὸν φύσει καὶ 9 ἀληθῶς, καὶ κτηνῶν ἀλόγων ὀλίγα διενεγκόντες ταῖς ἡδοναῖς ἐδούλευον τῆς σαρκὸς, οἰκτρόν τε καὶ ἀλογώτατον διέζων βίον. ἀλλ’ ἠλευθέρωνται καὶ αὐτοὶ, χριστοῦ τὴν ἀρχαίαν ἐκείνην ῥάβδον συντρίψαντος καὶ διαῤῥηγνύντος τὰ δεσμὰ,
καὶ ἁμαρτίας ἐξέλκοντος, καὶ μετατιθέντος ἐκ πλάνης εἰς ἐπίγνωσιν Θεοῦ, καὶ δικαιοῦντος τῇ πίστει, καὶ ἐντελλομένου λοιπὸν ὑπὲρ αὐτῶν, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀγγέλοις. 10 γέγραπται γὰρ ὅτι “ Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, 11 “ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐντελεῖται γὰρ τοῖς ἁγίοις ἀγγέλοις διαφυλάσσειν ἡμᾶς ἐν πάσαις ταῖς 12 ὁδοῖς καὶ λαμβάνειν ἐπὶ χειρῶν, μήποτε προσκόψωμεν πρὸς
λίθον τὸν πόδα. καὶ ἀτρεκὲς ὅτι “ Παρεμβαλεῖ ἄγγελος 13 “ Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐ- “τούς.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.