ἕλοιτο Θεός. αὐτὸς γάρ ἐστιν αὐτῶν ὁ κατάρχαιν, ὡς Δημιουργὸς, ὡς τῶν ὅλων κύριος καὶ Θεὸς, ὡς ἰδίοις νεύμασι τὰ ὑπ’ αὐτοῦ γεγονότα πηδαλιουχῶν, καὶ τῆς ἁπάντων καρδίας 1 τὸ νεῦμα μετατιθεὶς πρὸς τὸ αὐτῷ δοκοῦν, οὕτω τε 2 Κύρος δὲ ἦν ὁ Καμβύσου· ἐντέλλεται δὲ οὐχὶ πάντως ὡς ἁγίῳ καὶ προφήτη προσλαλῶν, ἀλλ’ εἰς νοῦν ἐνιεὶς τὸ ἴδιον θέλημα, καὶ ὑπουργὸν ἀποφήνας τῶν δοκούντων αὐτῷ, καίτοι βέβηλον ὄντα καὶ εἰδωλολάτρην. ὥσπερ γὰρ ἐνετείλατο 3
τῷ κήτει καταπιεῖν τὸν Ἰωνᾶν, καὶ τῇ κολοκύντῃ πάλιν, ἀναφῦναί τε ὑπὲρ κεφαλῆς αὐτοῦ καὶ ἐπισκιάζειν αὐτὸν, καὶ μὴν καὶ τῆ σκώληκι τῇ ἑωθινῇ πατάξαι τὴν κολοκύνταν· 4 οὕτω φαμὲν ἐντετάλθαι καὶ Κύρῳ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.