πλημμελήμασι τὰς δίκας αἰτεῖν ; ἁλλὰ πολὺ τοῦ πρέποντος 3 ἀποσφάλλεσθε. προστεθεικότων γὰρ ὑμῶν οὐδὲν τῶν ὅσα ἐστὶν ἔξω νόμου καὶ κατερεθίζει πρὸς ὀργὰς τοῦ νόμου τὸν ὁριστὴν, οὐδ’ ἂν αὐτὸς ἔτι δευτέραν ἐποίσῃ πληγήν. ἔθλιψεν ἀρκούντως ἐφ’ οἷς ἤδη δυσσεβοῦντες ἡλίσκεσθε. στήσατε
τὴν ἁμαρτίαν, καὶ τὴν ὀργὴν ἀνακόψει. πεπαίδευκεν ἀποχρώτως, κατελεήσει λοιπὸν σωφρονεῖν ᾑρημένους. μέμικται τοίνυν ὁ λόγος, καὶ κεκραμένην ἔχει τὴν παραίνεσιν. ἐν ταὐτῷ γὰρ ἀναπείθει καὶ τὰ ἁνδάνοντα τῷ Θεῷ κατορθοῦν ἑλέσθαι γνησίως, καὶ τοῦτο δρᾶν ἑλομένοις δίδωσι θαρρεῖν,
4 ὅτι χρηστὸς ἔσται περὶ αὐτοὺς, οὐκ ἀχάλινον αὐτοῖς ἐφιεὶς τὴν ὀργὴν, καθάπερ ᾤοντο κατὰ σφᾶς. ἄθρει δὲ ὅπως τετήρηκε πάλιν ὁ λόγος τῷ Ἰσραὴλ τὸ κατάλειμμα. ὅτι γὰρ οὐ συντελέσει ὁ Θεὸς αὐτοὺς, προαναπεφώνηκεν ἐναργῶς, ὡς ἐν ἐρωτήσει λέγων Τὶ λογίζεσθε ἐπὶ τὸν Κύριον ; συντλειαν
αὐτὸς ποιήσεται ; οὐ γὰρ ποιήσεταί φησι τὴν συντέλειαν οὐδ’ ἂν ἐκ βάθρων αὐτῶν κατασείσας τὸν Ἰσραὴλ, εἰς ὄλεθρον παραδώσει παντελῆ. φείσεται δὲ διὰ τοὺς πατέρας, καὶ σωθήσονται κατὰ καιροὺς, κατόπιν ἐθνῶν εἰσβαίκαταδρομὴν 5 νοντας διὰ πίστεως τῆς εἰς χριστὸν εἰς ἁγιασμὸν καὶ 6 οἰκειότητα τὴν ὡς πρὸς Θεὸν δι’ Υἱοῦ ἐν Πνεύματι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.