ἀφορήτοις ὄντων δείμασι καὶ εἰς τὰς τῶν ὁμόρων ἐθνῶν ἀναφευγόντων χώρας· ᾤοντο γὰρ κατὰ τὸ εἰκὸς, τοῖς ἴσοις 1 κακοῖς περιπεσεῖσθαι καὶ δεύτερον ἐπ’ αὐτοὺς τῶν Βαβυλωνίων ὑπονοστούντων· ἀναγκαίαν ἐποιεῖτο Θεὸς τὴν παράκλησιν διὰ τῆς τοῦ Προφήτου φωνῆς, δύο ταῦτα καθυπισχνούμενος,
ὅτι καὶ τοὺς ἤδη κατειλημμένους τῷ πολέμῳ καὶ ἐν ἀφορήτοις ἲς ὄντας συμφοραῖς ἐλεήσει κατὰ καιροὺς, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπαλλάξει δεσμῶν, καὶ ὅτι παραδώσει τὴν Νινευῒ πρὸς ἐρήμωσιν καὶ ἀπώλειαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.