τοῦ Λιβανίου τοὺς Δαμάσκου καὶ Φοινίκης βεβασιλευκότας φησὶ 1 κατὰ καιροὺς, οἱ καὶ ὑπὸ χεῖρας δέδονται τῶν υἱῶν Ἰσραήλ· νενίκηνται γὰρ καὶ αὐτοὶ κατὰ καιροὺς, καίτοι πλείστην ὅσην ἔχοντες χεῖρα, δειναῖς τε καὶ δυσαντήτοις ἐπικουρίαις ἀναφυσώμενοι. εὑρήσομεν δὲ τὰ τῶν βασιλειῶν ἐπερχόμενοι
βιβλία πεπορθημένην κατὰ καιροὺς τὴν Δαμασκηνῶν βασιλείαν, 2 διὰ τῶν ἐκ φυλῆς Ἰούδα βεβασιλευκότων. εξέλιπον δὴ οὖν τὼ ἐξανθοῦντα τοῦ Λιβάνου, τουτέστιν, ἐξῄρηνται 3 καὶ ἀπολώλασι πλειστάκις καὶ αὐτὰ τῆς Φοινίκης ἤγουν τοῦ Λιβάνου, τὰ ἐξαίρετα, τουτέστιν, οἱ τῶν ἐκεῖσε κρατοῦντες
πραγμάτων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.