ἀτρεκὲς εἰπεῖν. πολλάκις μὲν γὰρ ἐπλήττετο, καταθεόντων αὐτῆς τῶν ἐχθρῶν, ἀλλ’ ἠκολούθουν αἱ θεραπεῖαι, κατοικτεί- 1 ροντος Θεοῦ καὶ οἷον καταμαλάσσοντος τὴν συμβᾶσαν αὐτοῖς πληγήν. ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς τὸν τῶν ὅλων Δεσπότην, συνετρίβη καὶ πέπτωκε καὶ οὐκ ἦν ἴασις, κατὰ
τὴν τοῦ Προφήτου φωνὴν, ἀμάλθακτος δὲ καὶ ἡ τῶν συμβεβηκότων αὐτοῖς ἀπομεμένηκε φλεγμονή. τοιγάρτοι 2 καὶ ἔφασκον οἱ μακάριοι προφῆται, τῇ Βαβυλωνίων αὐτὴν παρεικάζοντες “Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ 3 ἰάθη ἐγκαταλίπομεν ἕκαστος αὐτὴν, καὶ ἀπέλθομεν εἰς “τὴν γῆν αὐτοῦ, ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς,
“καὶ ἐξῇρεν ἕως τῶν ἄστρων.” εἰς οὐρανὸν δὲ τὸ κρῖμα 4 καὶ ὑψοῦ τὸ πλημμέλημα. πεπαρῳνήκασι γὰρ, ὡς ἔφην, οὐκ εἰς ἕνα τῶν ἁγίων ἁπλῶς, ἀλλ’ εἰς τὸν τῶν ἁγίων Δεσπότην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.