διαβιοῦν εὐσθενῶς καὶ ὅτι μετοιχήσονται πρὸς εὐημερίαν, ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων ἐπὶ τὸ ἄμεινον. ἐπειδὰν δὲ εἰς λῆξιν αὐτοῖς ἀθλιότητος προήκοι τὰ πράγματα, 1 τότε δὴ πάντως δυσδιάφυκτος ἡ συμφορὰ, μᾶλλον δὲ καὶ παντελῶς ἀνεξίτητος. τοῦτο παθούσῃ τῇ Νινευῒ, φησὶν ὅτι
καὶ συνετρίβη καὶ ἀπόλωλε, καὶ τῆς τοῦ δύνασθαι θεραπείας τυχεῖν συνανῃρημένης ἐλπίδος καὶ οἱονείπως ἀθλίως καταφλεγμαίνοντος τοῦ κακοῦ καὶ τὴν ἐσχάτην ἐφ’ ἑαυτῇ ζητοῦντος τομήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.