Λυτρωτὴν, καὶ τοῖς τῶν ἁγίων αἵμασιν ἀνοσίως προστεθεικόσι καὶ αὐτὸ τὸ Δεσποτικόν. συμβέβηκε δὲ τοῦτο παθεῖν 1 αὐτοὺς, διάτοι τὸ λίαν κατανυστάξαι πρὸς δυσβουλίαν τὸ ἡγούμενον καὶ τοὺς ἐν ποιμένων τάξει παρειλημμένους, γραμματέας δὴ λέγω καὶ Φαρισαίους καὶ τοὺς τοῖς τῆς
ἱερουργίας κατεστεμμένους αὐχήμασιν, οὓς καὶ κατεκοίμισε νοητῶς ὁ Ἀσσύριος βασιλεὺς, τουτέστιν ὁ σατανᾶς. λαμβάνεται γὰρ εἰς τὸ ἐκείνου πολλάκις πρόσωπον ἡ τῶν Βαβυλωνίων ἀρχή. ὅτι δὲ καὶ ἐνύσταξαν οἱ ποιμένες καὶ οἱ Αυναστεύοντες παρ’ αὐτοῖς, πῶς ἐστὶν ἀμφιβαλεῖν, ἄνω τε καὶ
κάτω τῆς θεοπνεύστου γραφῆς ἀνατιθείσης αὐτοῖς τῶν λαῶν 2 τὴν ἀπώλειαν; γέγραπται γάρ “Ὠ οἱ ποιμένες οἱ διασκορ- 3 “πίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς.” καὶ πάλιν “Οἰ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστὶ κύριος, καὶ οἱ ἀντεχό- 4 “μενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν
“εἰς ἐμὲ, καὶ οἱ προφῆται προεφήτευον τῆ Βάαλ·” ‘Ησαΐας δὲ πάλιν φησί “Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιῶν 5 “πλήρης κρίσεως; ἐν ἧ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν 6 7 “δὲ φονευταί. τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί “σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, “κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες άντα- “πόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κράτει χήρας οὐ “προσέχοντες.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.