δειμάτων ἐλισθηκότας, ὡς καὶ πρὸς μόνην αὐτοὺς ἀτονῆσαι 1 τοῦ πολέμου τὴν προσβολὴν, καὶ ἐπὶ τὰς τῶν ὀρῶν ἀναθρώσκειν κορυφὰς, καὶ οἷον προτείχισμα τοῦ κινδύνου ποιεῖσθαι τὰς δυσχωρίας. εἶτα τῆς ψοφοδεείας τὴν αἰτίαν ἀποδιδοὺς, εὐφυᾶ ποιεῖται διήγησιν τῶν καθηγεῖσθαι λαχόντων τὸν
ὄλεθρον· ὡς ἐν ἤθει λέγων, ἀντὶ τοῦ πεπόρθηνται καὶ διολώλασιν, ἄποροί τε γεγόνασιν εἰς τὰς τέχνας τὰς στρατηγικὰς, γικὰς, τὸ ἐνύσταξαν τιθεὶς, καὶ ὅτι κατεκοιμίσθησαν οἱ ἐν 2 δυνάμεσί τε καὶ ἐξουσίαις καὶ δημαγωγοὶ καὶ τὰς ἄνω καὶ διαφανεῖς λαχόντες τιμάς. πεπόνθασι δὲ τὸ νυστάζειν ὑπὸ
βασιλέως Ἀσσυριου, τουτέστι, τὸ γένος ἔχοντος ἐξ αὐτῶν. αὐθιγενὴς γὰρ ὁ Κῦρος, καὶ ἐξ αἵματος Περσικοῦ. σκήπτεται δὲ ὁ προφητικὸς ἡμῖν λόγος μονονουχὶ τὸ θρηνεῖν, ἤγουν καταμειδιᾶν τῶν εὐκόλων εἰς πτοίαν. ἀπῆρε γάρ φησιν ὁ λαός σου ἐπὶ τὰ ὄρη καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος,
3 τουτέστιν ὁ ἀνέχων εἰς εὐτολμίαν, ὁ περικόπτων τὰς τῶν φευγόντων δειλίας, καὶ ἀνασειράζειν δυνάμενος τὴν ἀδρανῆ 4 καὶ ῥιψάσπιδα τῶν προδεδωκότων πληθύν. προαπολώλασι γὰρ οἱ τοῦτο δρᾶν εἰωθότες, καὶ τῆς ἐν πολέμοις εὐτεχνίας
οἱ ἐπιστάται.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.