ὑπηρετήσων νεύμασι, καὶ τὰς ἄνωθεν εἰς ἀνθρώπους διαπορθμεύσων φωνάς. καὶ οἱ μὲν ἐκδεδιττόμενοι πλημμελοῦντα τὸν Ἰσραὴλ, τὰς ἐσομένας αὐτοῖς προαπήγγελλον συμφορὰς, καὶ εἰ μὴ δρᾶν ἕλοιντο τὰ θυμήρη Θεῷ, δεινοῖς καὶ ἀφύκτοις περιπεσεῖσθαι κακοῖς ἠπείλουν ἀναφανδόν· οἱ 2 ο δὲ καὶ αὐτὰ τὰ συμβεβηκότα παραφέροντες εἰς μέσον, καὶ τοῖς πεπονθόσιν ἐπιστυγνάζοντες, ἀνέπειθον εὐφυῶς διαβιῶναι ἐθέλειν ἐπεικέστερον, οὕτω τε λοιπὸν ἐκκρούεσθαι τὴν ὀργήν· οἱ δὲ πεπονθότα τὸν Ἰσραὴλ εἰς ἐλπίδα βόσκουσιν ἀγαθὴν, καὶ διακεῖσθαι παρεσκεύαζον, ὅτι πεπραχότες
ἀθλίως ἐπί γε ταῖς σφῶν ἁμαρτίαις, εὐημερήσουσι πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ’ ἀρχῆς, ἐλέῳ τε καὶ χάριτι καὶ δυνάμει Θεοῦ τοῦ τὰ πάντα εὐ- 3 4 a κόλως πρὸς ὅπερ ἃν βούλοιτο μεταπλάττοντος. τοιοῦτόν τινα καὶ νῦν τῆς προκειμένης ἡμῖν πραγματείας εὑρήσομεν τον σκοπὸν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.