σαφῶς “Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, 2 “Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.” ἐν μορφῇ γὰρ ὑπάρχων καὶ ἐν ἰσότητι τοῦ θεοῦ καὶ Πατρὸς ὁ Μονογενὴς, καὶ πλούσιος ὢν ὡς θεὸς, ἐπτώχευσε δι᾿ ἡμᾶς, ἵν᾿ 3 ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· ἵνα σώσῃ τὸ ἀπολωλὸς,
ῥώσῃ τὸ ἠσθενηκὸς, καταδήσῃ τὸ συντετριμμένον, ζωοποιήσῃ τὸ ἐφθαρθαρμένον, καθαρίσῃ τὸ ῥυποῦν, ἀπαλλάξῃ 4 δίκης τὸ καταδεδικασμένον, εὐλογημένον ἀποφήνῃ τὸ ἐπάρατον, τῇ τῆς υἱοθεσίας κατακαλλύνῃ τιμῇ τὸ δοῦλον τῇ φύσει. οὐκοῦν ἀκουέτω παρὰ πάντων Τίς θεὸς ὥσπερ σύ;
ἀγαθὸς δηλονότι καὶ ἀμνησίκακος, ἀνιεὶς ἐγκλήματα τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ· κατάλοιποι δὲ κληρονομίας αὐτοῦ νοηθεῖςν ἂν οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες, τῆς ἑτέρας δηλονότι πληθύος ὠλοθρευμένης, ὅτι μὴ πεπιστεύκασιν. ἔφη δέ που χριστός “Ὁπιστεύων εἰς τὸν Υἱὸν, 5
“οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται ὅτι μὴ πεπί- 6 7 “στευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ θεοῦ.” ὑπερθρώσκει δὴ οὖν ἁμαρτίας καὶ παριππεύει τὰ ἐγκλήματα καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ. τὸ εἰς μαρτύριον ἀντὶ τοῦ εἰς τέλος, ἢ μέχρι παντός. ἐκβεβλήμεθα γὰρ ἐν Ἀδὰμ, ἀλλ᾿ εἰσεδέχθημεν ἐν χριστῷ. καὶ κατηράσατο μὲν ἐν ἐκείνῳ, ηὐλόγησε
8 δὲ πάλιν ἐν τούτῳ· “Ὥσπερ γὰρ, φησὶ, τῷ τοῦ ἑνὸς “παραπτώματι οἱ πολλοὶ ἀπέθανον,” οὕτω καὶ τῷ τοῦ ἑνὸςν δικαιώματι οἱ πολλοὶ ζήσονται. κατέληξε δὴ οὖν τῆς ὀργῆς, 9 ὅτι θελητὴς ἐλέους ἐστίν· ἐν καιρῷ δὲ τῆς ἁπάντων ἐπιστροφῆς, τουτέστι τῆς ἐνανθρωπήσεως, οἷά περ ἐν θαλάσσῃ
βαπτιεῖ τὰς ἁπάντων ἁμαρτίας. ἐπειδὴ δὲ τοῖς ἁγίοις πατράσιν, Ἁβραάμ τε φημὶ καὶ Ἰακὼβ ἐπηγγείλατο πολυπλασιάσειν αὐτῶν τὸ σπέρμα καθάπερ τὰ ἄστρα τοῦ οὐρανοῦ, δώσει φησὶν αὐτοῖς τὰ ἐπηγγελμένα. κληθήσονται γὰρ παρέρες πολλῶν ἐθνῶν, οὐκ ἐν μόνοις δηλονότι τοῖς ἐξ
αἵματος Ἰσραὴλ μετρουμένων τῶν τέκνων, ἀλλὰ καὶ τοῖς ἐξ 10 ἐπαγγελίας. οὗτοι δέ εἰσιν οἱ ἐκ πίστεως τῆς καὶ καλουμένης ἀκροβυστίας, τοῖς ἐκ νόμου καὶ περιτομῆς εἰς ἑνότητα τὴν πνευματικὴν οἱονείπως ἀνακιρνάμενοι. γέγραπται γὰρ 11 ὅτι “Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· ἀλλὰ τὰ
“τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.” ὅσοι γάρ εἰσιν “ἐκ πίστεως, εὐλογοῦνται σὺν τῷ πιστῷ Ἁβραάμ.” καὶ ὁ τῆς εὐλογίας τρόπος νοοῖτ᾿ ἂν ἡ χάρις ἡ ἐν Χριστῷ, δι᾿ οὗ καὶ μεθ᾿ οὗ τῷ θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.