συγκλεισμόν. γενόμενος γὰρ καθ᾿ ἡμᾶς ὁ Μονογενὴς μυρία μὲν ὅσα παραδόξως εἰργάζετο, πλείονα δὲ ἦν οἶμαί που τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. ἐπέταττε γὰρ τοῖς ἀκαθάρτοις 1 πνεύμασι καταβαίνειν εἰς ᾅδου, καὶ κατακλείεσθαι λοιὸν εἰς τὴν ἄβυσσον, ἵνα τῶν πικροτέρων θηρίων ἀπαλλάττοι
τὴν γῆν. εἰκόνα δὲ τοῦ πράγματος ἐν τοῖς ἀρχαιοτέροις τεθεάμεθα γράμμασιν· ἐπειδὴ γὰρ εἷλεν Ἰησοῦς ὁ τοῦ Ναυὴ 2 τὰς τῶν ἐθνῶν χώρας, πέντε βασιλεῖς κατέκλεισεν ἐν σπηλαίῳ, ἐπεκύλισέ τε τῷ στόματι λίθον, τῆς τοῦ Σωτῆρος οἰκονομίας ἀνατυπῶν, ὡς ἔφην, ἐφ᾿ ἑαυτῷ τὴν δύναμιν. καὶ
3 γοῦν οἱ δαίμονες “παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς a “εἰς τὴν ἄβθσσον ἀπελθεῖν.” συγχυθησεσθαι δὴ οὖν αὐτοὺς φησὶν ἐν συγκλεισμῷ αὐτῶν, οἷον κατακλειομένους εἰς ᾅδου 4 λοιπὸν, καὶ σειραῖς ζόφου τεταρταρωμένους, ἵν᾿, ὡς ἔφην, τῶν πικρῶν τε καὶ ἀνημέρων θηρίων ἀπαλλάττῃ λοιπὸν τὸ
γένος τὸ ἀνθρώπινον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.