εἰς ἀνειμένην τε καὶ ἐλευθέραν ξωὴν, τότε δὴ τότε καταισχυνθήσονται, τῆς κατ᾿ αὐτῶν δυναστείας ἐξωθούμενοι καὶ τὴν 1 ἰδίαν ἰσχὺν διαπίπτουσάν τε καὶ ἀτονοῦσαν βλέποντες. δέ- 2 δωκε γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς “πατεῖν “ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ
“ἐχθροῦ.” κείσονται δὴ οὖν ὑπὸ δας τῶν πεπιστευκότων οἱ πάλαι νενικηκότες, κατηῤῥωστηκότες τὸ ἄναλκι καὶ ἀπουευρούμενοι διὰ Χριστοῦ. καὶ τὰς μέν χεῖρας ἐπιθήσουσι τῷ στόματι, καταγορεύειν οὐκέτι τῶν ἡμαρτηκότων συγχωρού- 3 μενοι· “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;” κατὰ τὸ
4 γεγραμμένον. ἔφη δέ που καὶ ὁ μακάριος Δαυεὶδ ὅτι “Πᾶσα 5 ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.” σιωπήσουσι δὴ οὖν, καὶ οὐχ ἑκόντς, φησὶν, οἱ δεινοὶ πρὸς ἐγκλήματα, καὶ ὥσπερ ὑπὸ βροντῆς βεβλημένοι τοῦ ἐφ᾿ ἡμῖν δηλονότι θαύματος,
ἀποκωφωθήσονται. ἐξαίσιον γὰρ ἄκουσμα τὸ ἐφ᾿ ἡμῖν, μέγα τε ὥσπερ καὶ ὑπερφυὲς ἀληθῶς κατακτύπημα, εἴπερ ἐστὶν ἀληθές “Ὅτι ἔτι ὄντων ἡμῶν ἁμαρτωλῶν κατὰ καιρὸν 6 “Χριστὸς ὑπὲρ ἀσεβῶν ἀπέθανεν,” ἵν᾿ οἱ πάλαι δεινοῖς καὶ 7 ἀφορήτοις ἐνισχημένοι πταίσμασι, νῦν ὦμεν ἡγιασμένοι, καὶ
“Οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλ᾿ ”ἐλεῳ 8 καὶ χάριτι, οἱ πάλαι λελυπημένοι καὶ ἁπάσης ἐλπίδος ὡς ἀπωτάτω, νῦν ἠγαπημένοι, λαμπροὶ καὶ ἀπόβλεπτοι, “κλη- 9 “ρονόμοι μὲν θεοῦ, Χριστοῦ δὲ συγκληρονόμοι.” ἀποκωφωθήσονται δὴ οὖν φησὶ, μονουχὶ καὶ ἐμβρόντητοι γεγονότες
διάτοι τὴν ἐφ᾿ ἡμῖν γαληνότητα τοῦ θεοῦ καὶ τῆς παρασόξου χρηστότητος τὴν ὑπερβολὴν, λείξουσι χοῦν σύροντες γῆν ὡς ὄφεις, τουτέστιν, οὐχ εὑρήσουσι τροφήν. ἔθος μὲν γὰρ τοῖς 10 ὄφεσιν, εἰ ἐν ἐνδείᾳ γένοιντο τῶν ἐδωδίμων, ἔσθ᾿ ὅτε διαμάττειν τῇ γλώττῃ τὸν χοῦν, καὶ τροφὴν ἡγεῖσθαι τὸ παρατυχόν.
ἔσεσθαι δέ φησιν καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐν ἴσαις ἐνδείαις. οἱ γὰρ δὴ πάλαι τρυφᾶν εἰωθότες καὶ ἄρδην ἅπαντας καταπίνοντες τοὺς ἐπὶ τῆς γῆς, οὐχ εὑρήσουσιν ἔτι τὸν τοῦτο παθεῖν ἀνεχόμενον, διὰ τὸ καὶ πάντας σεσῶσθαι παρὰ Χριστοῦ, ἥκειν τε λοιπὸν εὐσθενείας εἰς τοῦτο πνευματικῆς,
ὡς τῶν ἀρχαίων ἐκείνων μὴ ἀνέχεσθαι δηγμάτων, ἐπιβαίνειν δὲ μᾶλλον ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, κατὰ τὸ 11 γεγραμμένον. οὐχὶ μόνον δὲ λείξουσι τὴν γῆν, ἀλλὰ γὰρ καὶ 12 συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν, τουέστι, συνεχόμενοί τε πρὸς ἀσθενείας καὶ λύπας, καὶ οἷον πολιορκούμενοι τῇ τοῦ καταθλίβοντος δυνάμει, φημὶ δὴ χριστοῦ, οὐκ ἐν μετρίοις ἔσονται δείμασιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.