κολάσεσι κατῃκίζετο τοὺς ἐθέλοντας πλεονεκτεῖν, πηλῷ τε 1 2 αὐτὸν καὶ πλινθείᾳ κατατρύχοντας, οὕτω δὲ καὶ ἡμᾶς τοὺς πεπιστευκότας τῆς τοῦ διαβόλου χειρὸς καὶ τῆς νοητῆς δου- 3 λείας ἔξω τιθεὶς ὁ Σωτὴρ, ἔδησε τὸν ἰσχυρὸν ὡς αὐτός φησι, 4 καὶ ἐξέβαλεν ἔξω τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. καὶ ὥσπερ ὁ Φαραὼ κατεποντίσθη, καὶ ἀπόλωλεν ὁμοῦ τοῖς ἰδίοις ὑπασπισταῖς·
οὕτω πάλιν ὁ σατανᾶς ὁμοῦ τοῖς ἀκαθάρτοις 5 πνεύμασι μονονουχὶ γέγονεν ὑποβρύχιος, σειραῖς ζόφου τε- 6 ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ ἐβαπτίζοντο· οὕτω καὶ 7 ἡμεῖς εἰς Χριστὸν βεβαπτίσμεθα. αὐτὸς γάρ ἐστιν ἡ νοητὴ
νεφέλη, ἡ τὴν ὑφ᾿ ἥλιον καταρδεύουσα, καθάπερ τισὶν ὑετοῖς, τοῖς εὐαγγελικοῖς κηρύγμασι. καὶ ὥσπερ ἐκείνοις καθίει τὸ μάννα κατὰ τὴν ἔρημον, οὕτω καὶ ἡμῖν ἑαυτὸν δίδωσιν εἰς 8 τροφὴν “ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν “διδοὺς τῷ κόσμῳ,” καὶ εἰσεκομίζοντο μὲν εἰς γῆν ἐκεῖνοι τὴν
αἰσθητήν· ἡμεῖς δὲ τὴν ἄνω κατακληρονομοῦμεν πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν· 9 καὶ ταύτην εἶναι τὴν γῆν φησὶν ὁ Σωτὴρ, ἣν καὶ τοῖς πραέσιν d ἐπηγγείλατο. οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν πάλαι γεγενημένων ἐπὶ τῷ Ἰσραὴλ μαθήσῃ σαφῶς τῶν διὰ Χριστοῦ
κατωρθωμένων ἐν ἡμῖν τὴν δύναμιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.