καὶ τῶν ἄλλων ἀποφοιτήσαντες, οἳ μόνα φρονοῦσι τὰ ἐπὶ τῆς γῆς καὶ τὴν τῶν προσκαίρων ἐκτετιμήκασι κτῆσιν, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ἐνδούμενοι, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων οὐ μετρίως ἀπονενεύκασιν. οὐκοῦν ἠρεμαῖον ἔχοντες τὸν νοῦν, καὶ τύρβης αὐτὸν τῆς εἰκαίας
1 καὶ βδελυραῖς ἀπαλλάττοντες, ἔξω που τεθείμεθα, σεπτήν τε καὶ ἀξιάγαστον διαζῶμεν ζωὴν, καὶ κατὰ μόνας ἐσμὲν, καθά- 2 περ ἀμέλει καὶ ὁ προφήτης Ἱερεμίας. ἔξη γὰρ ὅτι “Κύριε “παντοκράτωρ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, “ἀλλ᾿ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας
“ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.” κατοικοῦμεν δὲ κατὰ μόνας οἷάπερ ἐν δρυμῷ καὶ ἐν ὄρει. καὶ δρυμὸν μὲν νοήσεις 3 εὔξυλόν τε καὶ εὐανθῆ τὴν διφυᾶ παίδευσιν, ἠθικήν τε φημὶ 4 καὶ δογματικὴν, ὄρος δὲ τὸ οἷον ὑψοῦ τε καὶ ἀνηγμένον. χθαμαλὸν γὰρ οὐδὲν τῶν παρ᾿ ἡμῖν φιλοσοφουμένων, καὶ σπουδῆς ἀξιουμένων ἐν Ἐκκλησίᾳ, ὅτι δὲ πίων τε καὶ εὔβοτος ἡ τοιάδε νομὴ, κατασημαίνει πάλιν ὡς ἐκ παχυτέρων παραδειγμάτων,
νεμηθήσεσθαι λέγων τοὺς ὑπὸ Χριστῷ παιδαγωγουμένους τήν τε Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν· χωρία δὲ ταῦτα πλείστην ὅσην καὶ ἀμφιλαφῆ τοῖς θρέμμασιν ἀναβρύοντα νομὴν, καὶ ποικίλῃ πόᾳ πλουσίως κατεστεμμένα. ἀπὸ δὴ τῶν σωματικῶν καὶ ὡς ἐν αἰσθήσει κειμένων 5
ἀναθρώσκοντες σοφῶς ἐπὶ τὰ πνευματικὰ, καὶ τὴν ἔσω τε καὶ κεκρυμμένην θεωρίαν ἐννοῶμεν, ὅτι τοῖς τῆς θεοπνεύστου γραφῆς ἐντρυφῶν θεωρήμασιν ἐναβρύνεται μὲν τῶν ἁγίων ὁ νοῦς, πιμελῆς δὲ ὥσπερ τινὸς ἀναπίμπλαται, πρακτικῆς, ὡς ἔφην, καὶ θεωρητικῆς ἀρετῆς ἀφθόνως μεταλαχὼν, οὐκ
εἰς χρόνον τινὰ βραχὺν καὶ συνεσταλμένον, ἀλλ᾿ ὡς ὁ Προφήτης φησὶ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, τουτέστιν, εἰς μακρὸν καὶ ἀπέραντον. τὰ μὲν γὰρ εὐφραίνοντα τὴν σάρκα 6 σὺν αὐτῇ πίπτει καὶ μαραίνεται καὶ ἐν ἴσῳ σκιαῖς παριππεύοντα μετὰ βραχὺ συστέλλεται· τῶν δὲ ἄνωθεν καὶ
πνευματικῶν ἀγαθῶν ἡ μέθεξις μακροῖς αἰῶσι συνεκτείνεται· ἀναπόβλητος γὰρ τῶν τοιούτων ἡ κτῆσις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.