φίλον καὶ προεστηκότα τὸν τῶν ὅλων ἔχοντες Θεόν. ἁρμόσειε 1 δ᾿ ἂν καὶ μάλα εἰκότως τοῖς τὰ ὀρθὰ διαστρέφουσι, καὶ τὴν τῶν ἁπλουστέρων παραλύουσι πίστιν, καὶ ἡμᾶς αὐτοὺς ὡς εἰπεῖν Οὐαὶ οὐαὶ αἰ ἐκδικήσεις σου ἥκασι, νῦν 2 ἔσονται κλαυθμοὶ αὐτῶν. “Ἁμαρτάνοντες γὰρ εἰς τοὺς ἀδελ-
“Φοὺς καὶ τ΄πτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, “εἰς Χριστὸν ἁμαρτάνουσι.” καὶ ὅτι πάντη τε καὶ πάντως 3 ἀπολογήσονται τῷ Κριτῇ, καὶ “τῆς ἑαυτῶν δυσσεβείας “ἔδονται τοὺς καρποὺς,” πῶς ἔστιν ἀμφιβαλεῖν; ”Ἀνθ᾿ “ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς
“ἀσεβεῖς ὀλεῖ,” κατὰ τὸ γεγραμμένον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.