αὐταῖς ἤδη γεγενημένων, καὶ κλαιόντων γυναικοπρεπῶς; ἥκασι γὰρ αἱ ἐκδικήσεις σου φησὶ, τουτέστιν, ἐνέστηκεν ὀ τῆς 1 δίκης καιρὸς, ἐν χερσὶν ὁ πόλεμος, ἐπὶ θύραις ὁ πόνος. ἐπιφέρων γὰρ ὅτι Νῦν ἔσονται κλαυθμοὶ αὐτῶν, δέδειχεν ἐναρῶς, ὅτι μὴ εἰς μακρὰς ὑπερθέσεις τὰ τῆς προφητέιας ἔρχεται,
κεῖται δὲ ὥσπερ ἐν ὀφθαλμοῖς. μετὰ γάρ τοι τὸν Ἰωάθαμ εὐθὺς γέγονεν ὁ Ἄχαζ πονηρὸς καὶ ἀποστάτης, καὶ τῶν ἰδίων τέκνων σφαγεὺς, ἂ τοῖς τῶν δαιμονίων ἀνετίθει βωμοῖς. ἐπ᾿ αὐτοῦ πεπτώκασιν “ἐν ἡμέρᾳ μιᾷ ἑκατὸν εἴκοσι χιλιάδες” 2 τῶν ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμίν. ἰστέον δὲ, ὅτι κατ᾿ ἐκεῖνο 3
τοῦ καιροῦ καὶ αὐτὸς ἐκτέτικε δίκας ὁ Ἰσραήλ. Φακεὲ γὰρ βασιλεύοντος, ἀνέβη Θεγλαφαλασὰρ βασιλεὺς Ἀσσυρίων κατὰ τῆς Σαμαρείας, καὶ πλείστας μὲν ὅσας αὐτῆς ὠλόθρευσε πόλεις, εἶλε δὲ καὶ τὴ Δαμασκὸν, καὶ αὐτὸν ἀπέκτεινε τὸν ῾Ρασσὼν, ὥστε καθ᾿ ἕνα καιρὸν συμβέβηκε δαπανηθῆναι
μὲν τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ὑπὸ τῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν, αὐτοὺς δὲ τοὺς ἐν Σαμαρείᾳ παθεῖν ὃ δεδράκασιν ὑπὸ τοῦ Βαβυλωνίου. ὁρᾷς οὖν, ὅπως μονονουχὶ 4 5 τὸν κανόνα τῆς ὀργῆς διατρέχων, τὸν ἐν καιρῷ τοῦ βουνοῦ ἤτοι τῆς σκοπιᾶς, τετιμώρηκε τοὺς ἡμαρτηκότας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.