1 οἶσθά που πάντως τὸ ἀγαθὸν θέλημαι τοῦ Θεοῦ· ἀκήκοας τὸ δοκοῦν καὶ φίλον αὐτῷ. τοιγαροῦν ἐνδοιάζεις, ἄνθρωπε; ζητεῖ γὰρ παρὰ σοῦ τί ἕτερον ὁ τῶν ὅλων Θεὸς, ἢ ὅτι δὴ μόνον τὸ πποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου; τὸ μὲν οὖν ποιεῖν
κρῖμα, τὸ κατεργάζεσθαι καὶ οληροῦν ἐστι τὴν δικαιοσύνην· κρῖμα γὰρ ἡ δικαιοσύνη· τὸ δὲ ἀγαπᾶν ἔλεος, τῆς φιλαλληλίας ἔχει τὰ αὐτχήματα, καὶ τῆς εἰς ἀδελφφοῦς ἀγάπης 2 καταπλουτεῖ τὴν δόξαν. τὸ δὲ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου, τὸ εἰς πᾶν ὁτιοῦν εὐπειθὲς καὶ
3 εὐήνιον ὑποφαίνει. δεὶν δὲ καὶ ἡμᾶς ὁ μακάριος ἔφη Παῦλος ἐνδύσασθαι μὲν “τὸν θώρακα τῆς δικαιοσύνης, ὑποδή- πη. ωι, 4 “σασθαι δὲ καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου “τῆς εἰρήνης,” τουτέστι Χριστοῦ· προσεπιτάττει δὲ, λέγων
“Ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν,” καὶ μὴν καὶ αὐτὸς ὁ 5 Σωτήρ “Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν 6 “οἰκτίρμων ἐστί.” ταῦτα φίλη τε καὶ ἀξιόληπτος θυσία Θεῷ, ὀσμὴ νοητῶν ὁλοκαυτωμάτων ὑπὲρ αἷμα καὶ καπνοὺς 7 καὶ λιβανωτόν. τὰ μὲν γὰρ ἦσαν ἐν τύποις· τὰ δὲ αὐτὴν
εὐωδιάζει Θεῷ τὴν ἀλήθειαν, ὃς καὶ δι᾿ ἑτέρου προφήτου φησίν “Ἔλεον θέλω ακὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοοῦ 8 “ἢ ὁλοκαυτώματα.” ἐπιτήρει δὲ ὅπως τὸ μὲν τοῦ μεταγινώσκοντος πρόσωπον τὰ κατὰ νόμον θυσίας πληροῦν ἐσκέπτετο· Θεὸς δὲ προαναφαίνων ὡς ἀδρανὴς μέν ἐστι,
καὶ ἀνικάνως ὁ νόμος ἔχει πρὸς ἀποκάθαρσιν ἁμαρτίας, παραπολὺ δὲ ἀμείνων καὶ ἀσυγκρίτως ὑπερκειμένη τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις, ἀπαράδεκτα μὲν ὥσπερ ποιεῖ- 9 ται τὰ κατὰ τὸν νόμον, ἔφη δὲ ὅτι θελητὸν τῷ Θεῷ, τὸ ποιεῖν κρῖμα καὶ ἀγαπ[[αν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετ᾿
αὐτοῦ. ταῦτα δέ ἐστι τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.