λελυπήκασιν οὐ μετρίως τὸν σεσωκότα, τὸ τοῦ 1 μετανοοπυντος εὐθὺς εἰσφέρεται πρόσωπον, οἱονείπως κλαί- 2 οντος ἐπί τε τοῖς ἤδη προεπταισμένοις, καὶ ζητοῦντος ἀναμαθεῖν, τίνα δὴ τρόπον διακρούσαιτο τὰ ἐγκλήματα, καὶ τῶν Θεῷ φιλτάτων ἀντέχοιτο σπουδασμάτων. Φησὶ τοίνυν Ἐν τίνι καταλάβω τὸν Κύριον; τί γὰρ προσοίσω, φησὶ, τί δὲ δράσαιμι λιπὸν, ὁ οὕτω προσκεκρουκώς; ἄρα δ[[η μόσχους
ἱερουργῶν νέους τε καὶ ἁπαλοὺς ἔσομαι καθαρός; ἐπαινέσει 3 δέ με Θεὸς εἰ ἑλοίμην ὁλοκαυτοῦν; εὕροιμι δ᾿ αὐτόν· τουτέστιν, ἐγγὺς ἔσομαι, καὶ εἰς οἰκειότητα παραδεχθήσομαι τὴν πνευματικήν· εἰ καὶ πολὺ πλῆθος ἀνθείην θρεμμάτων; ἀλλ᾿ ἐκεῖνα παρεὶς, τῶν τῆς ἐμῆς κοιλίας ἅψομαι καππῶν·
εὐαρεστήσω δἐ ἆρα. καταθύσας αὐτῷ τῶν ἐμῶν τέκνων τὸ ἐξαίρετον, τουτέστι, τὸ πρωτότοκον;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.