ἀκαθάρτου φιληδονίας· διεβίβασε δὲ καὶ θάλασσαν τοὺς ἐν τῷδε τῷ κόσμῳ περισπασμοὺς, μόνον δὲ οὐχὶ καὶ πικρῶν ἀπήλλαξε κυμάτων τῶν ἐπ᾿ αὐτοῖς κινδύνων, καὶ νόμους τοὺς 1 θείους εἰς νοῦν ἐνεχάραξεν· ἀνέδειξε δὲ καὶ ἱερουργὸν τὸν 2 3 τῆς σωτηρίας ἡμῶν “ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦ.” ἐξαπέστειλε δὲ ὥσπερ καὶ Μαριὰμ, δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν, ἣ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς καταλαλάξει λαμπρῶς ἀνατιθεῖσα τὴν δόξαν τῷ σεσωκότι Θεῷ. ἀεὶ γὰρ ὕμονι καὶ χαριστήρια, καὶ τῆς τοῦ Θεοῦ δόξης ἔπαινοι καὶ ἀναῤῥήσεις
ἐν ἐκκλησίαις. παραφυλακτέον δὴ οὖν καὶ ἡμῖν 4 αὐτοῖς, μὴ ἄρα πως ἡμᾶς τοῖς Ἰουδαϊκοῖς ἐγκλήμασιν ὑποβάλῃ τὸ ῥᾴθυμον, καὶ μὴ φορτικὸν ἡγώμεθα τὸ ἁνδάνον 5 Θεῷ. ὡς γὰρ ὁ μακάριός φησιν Ἰωάννης “Αἱ ἐντολαὶ “αὐτοῦ βαρεῖαι οὐκ εἰσί·” καὶ αὐτὸς δὲ ὁ Χριστός “Ὅτι ὁ
“ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.” προσάγωμεν τοίνυν τὸ ἀδδάνον Θεῷ, ὅτι τῶν παρ᾿ αὐτοῦ φορτικὸν οὐδέν· χρηστὰ δὲ πάντα καὶ τοῖς ἄριστα διαβιοῦν ᾑρημένοις εὐδιακόσμητα παντελῶς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.