ἀπροφάσιστον ἀποφαίνων τῶν εἰς αὐτὸν δεδυσσεβηκότων τῆς ἀποστασίας τὸν τρόπον, καὶ πέρα λόγου τοῦ πρέποντος, μᾶλλον δὲ καὶ ἀποπληξίας ἁπάσης, τὰ τολμήματα, καὶ τὸ τῆς ἀναισθησίας μέγεθος ἀσύνηθές τε καὶ ξένον καὶ αὐτοῖς που τάχα τοῖς λίαν ἀγνώμοσι. ποία γὰρ εἰπέ μοι, φησὶ,
τῶν εἰς ἐμὲ δεδυσσεβημένων ἡ πρόφασις; τί δὲ ὅλως τὸ δύσοιστον ἢ καὶ ὅλως φορτικὸν τῶν ἐμῶν θεσπισμάτων; 1 ἢ τί τὸ λογισμοῦ τοῦ πρέποντος, πικρᾶς ὅτι σε δουλείας ἀπήλλαττον, πηλοῦ καὶ πλινθείας καὶ τῶν ἐντεῦθεν ἱδρώτων
ἐξεκόμιζον εὐσθενῶς· προσκέκρουκα τοῖς ἠλεημένοις ὅτε καὶ ἀδικοῦσι τοῖ Αἰγυπτίοις καὶ αὐτὴν ἐμαυτῷ διεξώπλιζον τὴν αὐτὸν ἐμοὶ τὸν παιδαγωγὸν, ψημὶ δὴ Μωυσέα, τὸν εἰς εὐκλεᾶ σύνεσιν ἀποφέροντα, καὶ παραδεικνύντα σαφῶς
τὸ ἁνδάνον Θεῷ, ἵνα ἔχοις ἀκράδαντον τὸ διαβιῶναι 2 λαμπρῶς, καὶ εἰς ἄκρον ἤκειν εὐημερίας καὶ δόξης· οὐ μετρίαν δὲ τάχα καὶ αὐτὴν ποιήσει τὴν καταβοὴν τῆς ἱερουργίας· ἐγὼ μὲν γὰρ κέχρικα τὸν Ἀαρὼν, καὶ μεσιτεύειν προστέταχα Θεῷ καὶ ὑμῖν, καὶ ταῖς ἐν τύπῳ θυσίαις ἐκμειλίσσεσθαι 3
Θεόν. ἀσχάλλετε δὲ καὶ πρὸς τοῦτο αὐτοί; τί δ᾿ ἂν εἴποιμι τὴν Μαριὰμ, τὴν τοῖς Αἰγυπτίοις ἀπολωλόσιν ἐπιτωθάζουσαν, καὶ ταῖς χορευούσαις ἐξάρχουσαν; εἶδε γὰρ ἥδε κατακτυποῦσα τὸ τύμπανον, ἵππον τε καὶ ἀναβάτην καταπεπνιγμένους ἐν ὕδασιν· ἀλλά σοι τάχα, καὶ τὸ νικᾶν
ἀπευκτὸν, καὶ ἐν λόγῳ οὐδενὶ τὰ Θεοῦ, σοὶ μὲν διὰ μέσων ἐξιέναι κυμάτων ἐξεῖναι διδόντος, ἀνήμερον δὲ τοῖς ἐχθροῖς ἀποτελοῦντος τὴν θάλασσαν. ἐν ἤθει δὴ οὖν ποιεῖται τὰς μέμψεις, ὧν ἀσχήκασιν ἀγαθῶν διανιστὰς εἰς ἀνάμνησιν, καὶ οἱονείπως κατονειδίζων ἀστείως ὡς λήθην εἰσδεδγμένους, 4
ὧν ἦν ἄμεινον μεμνῆσθαι διαπαντὸς, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις ἀντευφραίνειν τὸν Εὐεργέτην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.