“ποιμνίου αὐχμώδης, θύγατερ Σιὼν, ἐπὶ σὲ ἥξει, καὶ εἰσε- 2 “λεύσεται ἡ ἀρχὴ ἡ πρώτη βασιλεία Βαβυλῶνος.” τότε δὴ οὖν τότε, φησὶν, οἰχήσεται μὲν σου τὸ ἱππικὸν, συνδιολεῖται δὲ τούτοις καὶ ὀχημάτων ἀγερωχία, καταδῃωθήσονται δὲ καὶ 3 αἱ πόλεις, καὶ αὐτῶν ἔρημος ἔσῃ τῶν ὀχυρωμάτων, τουτέστι τειχῶν· κατεπίμπρασαν γὰρ αὐτοῖς ἀνδράσι τὰς πόλεις οἱ Βαβυλώνιοι·
τὰ δέ γε τῆς σῆς ἀπονοίας ἐπιτηδεύματα, γοητεῖαί τε καὶ ψευδομαντεῖαι, καὶ αὐτὰ τὰ τῆς ἀπάτης ἐργαστήρια, τεμένη δὲ πάντως ὁμοῦ τοῖς εἰδώλοις ἐξολοθρευθήσονται, καὶ ἐκ βάθρων αὐτῶν πεσεῖται τὰ ἄλση. καὶ τί τὸ ἐντεῦθεν; διαβόητος ἡ δίκη, καὶ ὁ τῆς ποινῆς τρόπος οὐκ ἂν διαλάθοι
τοὺς ὁμόρους τῶν ἐθνῶν. γνώσονται δὲ, ὅτι πάντα 4 συνέβη παθεῖν αὐτοὺς ἀνθ᾿ ὧν οὐκ εἰσήκουσαν, τουτέστι, τὰ τῆς ἀπειθείας ἐγκλήματα. ἔφη τι τοιοῦτον τοῖς ἀχάλινον 5 ἔχουσιν εἰς τὸ ἀπειθὲς τὴν ῥοπὴν καὶ Ἡ σοφία πάλιν “Ἀνθ᾿ “ὧν ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους
“ἐποιεῖτε ἐμὰς βουλὰς, τοῖς δὲ ἐμοῖς λόγοις οὐ προσείχετε· “τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, κατα- “χαροῦμαι δὲ ἥνικα ἂν ἔρχηται ὑμῖν ὄλεθρος, καὶ ὡς ἂν “ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως 6 “καταιγίδι παρῇ·” καρποὶ δὲ ἀποστροφῆς “ὀργὴ καὶ θυμὸς,
7 “θλίψις καὶ στενοχωρία” κατὰ παντὸς ἐπέκεινα τοῦ κατακούειν εἰωθότος. δεῖ δὴ οὖν ἄρα καὶ λίαν ἀμελλητὶ Θεῷ καλοῦντι πρὸς τὸ συμφέρον ἕπεσθαί τε γοργῶς, καὶ τὰ αὐτῷ θυμήρη πληροῦν· ὡς τὸ γε βραδὺ καὶ ῥᾴθυμον εἰς τὸ 8 δρᾶν ἑλέσθαι τὸ ἀγαθὸν, πρὸς πολλῆς ἡμῖν ἔσται ζημίας, καὶ πικροις ἐνίησι πόνοις. θέα δὲ ὅπως καὶ δίκας αἰτῶν τῶν ἡμαρτημένων ὀνίνησι Θεός. ἀπαλλάττει γὰρ τὸν Ἰσραὴλ βεβήλου τε καὶ βδελυρᾶς εἰδωλολατρείας, καὶ ἀνοσίων
ἐγχειρημάτων, φαρμακείας καὶ ψευδομαντείας, βωμῶν, τεμενῶν, θυσιῶν, καὶ τοῦ προσκυνεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. οὐκοῦν οὐκ ἀνόνητον τὸ παιδεύεσθαι, “πλὴν εἰ ἐν 9 “κρίσει γένοιτο, καὶ μὴ ἐν θυμῷ,” κατὰ τὴν τοῦ προφήτου 10 φωνήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.