ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου, καὶ
ἐξολοθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ 1 ὀχυρώματά σου· καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν
σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί· καὶ ἐξολοθρεύσω
τὰ γλυπτά σου καὶ τὰς στηλάς σου ἐκ μέσου σου, καὶ οὐκ ἔτι οὐ μὴ προσκυνήσεις τοῖς ἔργοις τῶν χειρῶν σου· καὶ ἐκκόψω
τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πόλεις σου, καὶ ποιήσω
ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθ᾿ ὧν οὐκ 2
εἰσήκουσαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.