Θεῷ, μὴ κολάζοντι εὐθὺς, ὑπερτιθεμένῳ δὲ χρηστῶς, καὶ τὴν ἐπανόρθωσιν περιμένοντι καὶ τῶν πλανωμένων τὴν ἐπιστροφήν. εἰ δὲ δὴ μὴ γένοιτο, φαίνοιτο δὲ μᾶλλον εἰς αὔξην ἰὸν τὸ ἀῤῥώστημα, μὰ, τότε δὴ μόλις καὶ ὀκνηρῶς ἀποστρέφεται. ἕψεται δὲ πάντως ταῖς ἀποστροφαῖς τὸ
χρῆναι ταλαιπωρεῖν τοὺς τοῦτο παθόντας. τοιγάρτοι καὶ ὁ θεσπέσιος ψάλλει Δαυείδ “Μῆ ἀποστρέψῃς τὸ πρό- 2 “σωπόν σου ἀπ’ ἐμοῦ καὶ μὴ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ 3 “δούλου σου.’’ ἰστέον δὲ, ὅτι ἐνεστάλαξεν ὥσπερ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις ὁ Βεελζεωβοὺλ τὴν ἐπὶ Χριστῷ
ψευδῆ καὶ ἀπαίσιον δόξαν, κατενεμήθη δὲ ὥσπερ ἅπαντας ἡ νόσος, καὶ συνδεδράμηκε ταῖς τῶν ἡγουμένων ἀπάταις ἡ 4 ἑτέρα πληθύς. τοιγάρτοι καὶ μίαν ὑπομεμενηκότες ψῆφον, τὴν εἰς κατάκρισιν λέγω καὶ ἀποστροφὴν, ἰσοπαλεῖς τοῖς ἡμαρτημένοις ἀποτετίκασι δίκας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.