1 τινες τῶν ὁμοφρόνων αὐτῷ τὰς δαμάλεις τοῖς τεμένεσιν ἐνιδρύσαντες, προσκεκυνήκασιν ἀυταῖς, καὶ τοῖς τῶν ἀνοσίων ψευδομάντεων ἤγουν ψευδοπροφητῶν προσεσχήκασι λόγοις. εἶτα διέρποντος τοῦ κακοῦ, καὶ ἀεὶ τοῖς πρώτοις προστιθέντος 2 ἕτερα, συνηνέχθη λοιπὸν καὶ συνδεδράμηκεν ὅλος εἰς ἕνα σκοπὸν ὁ Ἰσραὴλ, καὶ τῷ πλημμελήματι κάτοχος ἦν, καὶ οὐκ ἀνὰ μέρος ἔτι, παμπληθεὶ δὲ μᾶλλον καὶ ὁλοτρόπως. οὐκοῦν ἀπὸ τῆς σταγόνος φησὶν, ἧς ἂν αὐτοῖς καταστάξειεν
ὁ τῶν ψευδομάντεων λόγος· πλεῖστοι γὰρ ὅσοι παρὰ τῷ 3 Εφραῒμ οἱ τοῦτο δρᾶν εἰωθότες· συναχθήσεταί φησι σύμπας ὁ Ἰακὼβ, τουτέστιν εἰς μίαν συνενεχθήσεται γνώμην, κατανεμηθήσεται δὲ ἅπαντας ἡ νόσος. ἐγὼ δὲ αὐτοῖς οὐκ ἀνὰ μέρος ἐποίσω τὰς διὰ τοῦτο δίκας, περιμενῶ δὲ μᾶλλον τοὺς
τοῖς ἤδη κατεφθαρμένοις ἐπενεχθησομένους. τοῦτο γάρ ἐστι τό Ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, καὶ τότε δὴ τότε μίαν ποιήσομαι τὴν κατὰ πάντων ἀποστροφην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.