1 μὲν ἃ μὴ θέμις· ἐκπεμπόμεθα δὲ καὶ ἐξ οἴκων τρυφῆς. οἱ γὰρ Θεῷ προσκρούοντες, τὰς ἄνω καὶ ἐν οὐρανοῖς οὐκ ὄψονται μονὰς, ἀμέτοχοι δὲ μενοῦσι καὶ τῆς τῶν ἁγίων ἐλπίδος καὶ τῆς εἰς αἰῶνα τρυφῆς. ἀλλ’ οἵγε σοφοί τε καὶ ἀγαθοὶ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων διανενευκότες, οὐκ
ἐν τούτοις ἔσονται· πόθεν; ἕξουσι δὲ πόλιν τὴν ἐν οὐρανοῖς Εκκλησίαν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτήσονται, καὶ τοῖς οὐρανίοις ἐντρυφῶντες ἀγαθοῖς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.