καὶ πατέρες, οἱ ποιμένες καὶ ἐπιστάται τὴν δορὰν αὐτοῦ ἐξέδειραν, καὶ ἀφείλαντο τὴν ἐλπίδα τὴν εἰς Θεὸν, δι’ ἧς 1 εὔκολον ἦν πάντα συντρίβεσθαι πόλεμον, ταύτῃτοι δικαίως τὰ οἴκοι μεθέντες ἀγαθὰ, καὶ τῶν ὅτι μάλιστα φιλαιτάτων ἐστερημένοι, τέρψεώς τε καὶ τρυφῆς ἀπωλισθηκότες, βαδιοῦνται
πρὸς ἐχθροὺς, καὶ πικροὺς τῆς ῥᾳθυμίας καὶ τῆς 2 φαυλότητος ἀποτίσουσι λόγους. ὅτι δὲ τοῦ παθεῖν οὐχ ἕτερός τις αὐτοῖς, αὐτοὶ δὲ μᾶλλόν σφισιν αὐτοῖς γεγόνασιν 3 ἀφορμὴ, σαφηνίζει λέγων Διὰ τὰ πονηρὼ ἐπιτηδεύματα αὐ- 4 τῶν ἐξώσθησαν. “Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς,” κατὰ τὸ γεγραμμένον· “αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, “θησαυρίζουσιν ἑαυτοῖς κακά.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.