τὸ θεῖον καὶ οὐρανόθεν, τουτέστιν ἡ διὰ τοῦ Ἁγίου Πνεύματος 1 χάρις, καθ’ ἢν ἂν γένοιτο καὶ ζῶντας ἡμᾶς ἀποτελεῖσθαι τῶ πνεύματι, ὅταν εἰς νοῦν καθίκοιτο καὶ καρδίαν, ἐνιέντος Χριστοῦ, τότε δὴ τότε πάντα μὲν τὸν ἐξ ἁμαρτίας διασμήχει ῥύπον, καὶ τὸν ἐκ τῶν ἤδη προεπταισμένων
δαπανᾶ μολυσμόν· κεκαθαρμένους τε οὕτω καὶ δοκιμωτάτους τοὺς ἔχοντας ἀποτελεῖ, καὶ μονονουχὶ μεταχαλκεύει νοητῶς πρὸς καινότητα ζωῆς, καὶ σκεύη λοιπὸν ἀποφαίνει λαμπρὰ καὶ ἡγιασμένα, καὶ εἰς τίμην κατεσκευασμένα, οἰκίᾳ τε τῇ 2 μεγάλη χρήσιμα, τουτέστι τῇ Ἐκκλησίᾳ. τοῦτο δὴ τὸ
θεῖόν τε καὶ νοητὸν κατεσήμανε πῦρ ὁ θεσπέσιος Ἰωάννης, λέγων “ Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται δὲ ὀπίσω μου 3 4 “ἀνὴρ οὐ οὐκ εἰμι ἱκανὸς ἴνα κύψας λύσω ’τον ἱμάντα τῶν 5 “ ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι “Ἁγίῳ καὶ πυρί. μεμνήμεθα δὲ καὶ αὐτοῦ λέγοντος χριστοῦ “ Πύρ’ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη 6 “ ἀνήφθη;” οὐκοῦν, ἐπείπερ οἱ ἐξ αἵματος ’Ισραὴλ τῆς τῶν
Λευιτῶν ἀκαθαρσίας, εἴτουν ἀδικίας, οὐ μετρίαν ἐποιοῦντο τὴν καταβοὴν, μᾶλλον δὲ δι’ ἐκείνους παροτρύνοντες διετέλουν τὸν τῶν ὅλων Θεὸν, παλίμφημά τε λαλοῦντές τινα 7 καὶ ἀποτολμῶντες λέγειν “ Πᾶς ποιῶν πονηρὸν, καλὸν “ ἐνώπιον αὐτοῦ, καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ
“ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;” προαγορεύει χρησίμως, ὅτι κατὰ καιροὺς ἐπιλάμψει Χριστὸς, ὁ πᾶσαν ἡμῶν 8 τὴν ἁμαρτίαν ἐκ μέσου τιθεὶς, καὶ πανάγνους ἀποτελῶν τοὺς ἰδίους ἱερουργοὺς, καὶ οἷον χρυσὸν ἢ ἄργυρον ἐν πυρὶ δοκιμάζων αὐτοὺς, ἤτοι δοκίμους ἀποτελῶν καὶ
λελαμπρυσμενους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.