2 Ἀαρὼν ἡ κατὰ νόμον στολή· τοῖς γεμὴν ἀπολέκτοις ἐν 3 Χριστῷ καὶ τεταγμένοις εἰς ἱερουργίαν ἄμφιον ἔσται λαμπρὸν, ἱεροπρεπές τε καὶ ἅγιον αὐτὸς ὁ Κριστός. τοιγάρτοι καὶ ἔφασκε διὰ τῆς τοῦ ψάλλοντος λύρας ὁ Θεὸς καὶ 4 Πατὴρ περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας “ τοὺς ἱερεῖς αὐτῆς
“ ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλ- “ λιάσονται.’’ σωτηρία γὰρ αὐτὸς ὁ Χριστὸς τῶν ἰδίων ἱερουργῶν ἄμφιον τὸ ἀξιάγαστον, μᾶλλον δὲ καὶ πάντων 5 τῶν πεπιστευκότων “ Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτί- “ σθητε, Χριστὸν ἐνεδύσασθε.”
6
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.