ἡνῶσθαι πεπιστευμένῳ. ἣ ναὸν ἁπλῶς ὀνομάζει τὴν οἷον ἱερὰν καὶ ἀνακειμένην αὐτῶ πόλιν, δῆλον δὲ ὅτι τὴν ’Ιερουσαλήμ· ἤγουν ὡς ἐν τύπῳ τῷ πρὸς ἐκείνην τὴν Ἐκκλησίαν. ἐποιεῖτο δὲ τῆς ἑαυτοῦ παρουσίας τὴν ἀνάρρησιν πολυτρόπως 2 τερατουργῶν, “ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ
“ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ, 3 καθὰ γέγραπται. ἥξει τοίνυν φησὶν ὁ Κύριος ὃν ὑμεῖς ζητεῖτε, 4 λέγοντες ἐκ μικροψυχίας “ Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιο- “ συνῆς;” ἥξει δὲ διδάσκων τὰ ὑπὲρ νόμον καὶ τὰ ἐπέκεινα σκιᾶς καὶ τύπων. ἔσται γὰρ διαθήκης ἄγγελος τῆς πάλαι
προηγγελμένης διὰ φωνῆς τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ 5 που πρὸς τὸν ἱεροφάντην Μωυσέα “ Προφήτην αὐτοῖς ἀνα- “ στήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς “ λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ “ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.’’ ὅτι δὲ καινῆς διαθήκης ἄγγελος
6 ἦν ὁ Χριστὸς, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος ῾Ησαΐας 7 περὶ αὐτοῦ “ Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ “ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν εἰ “ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς “ καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται
8 “τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος,’’ δῆλον δὲ ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρός. τοιγάρτοι καὶ ἔφασκεν Ἀπ’ 9 “ ἐμαυτοῦ οὐ λαλῶ, ἁλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι “ ἐντολὴν ἔδωκε τί εἴπω, καὶ τί λαλήσω.’’ οὐ γὰρ ἦν 10
ἀνθρώπινος τοῦ Σωτῆρος ὁ λόγος, ἀλλ’ ὡς ἐκ Θεοῦ καὶ Πατρὸς δι’ Υἱοῦ τοῦ κατὰ φύσιν γέγονε πρὸς ἡμᾶς· Λόγος γάρ ἐστι τοῦ γεγεννηκότος αὐτὸν· καὶ πιστώσεται λέγων διὰ φωνῆς τοῦ Δαυείδ “ ’Εξηρεύξατο ἡ καρδία μου λόγον 11 “ ἀγαθόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.