εὐαφόρμως λίαν ἐπὶ τὸ Χριστοῦ μυστήριον ὁ τῆς προκειπροσκρούσουσι 2 μένῃς ἡμῖν προφητείας μεταπεφοίτηκε λόγος. γέγονε γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουήλ “δικαιοσύνη 3 “ τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,’’ καὶ ῥύπου παντὸς ἀποκάθαρσις, καὶ ἁμαρτιῶν ἀπόθεσις, καὶ τῶν αἰσχιόνων
ἀποβολὴ, καὶ ὁδὸς εἰς τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ 4 θύρα τις ὥσπερ καὶ ἀπαγωγὴ πρὸς ζωὴν αἰώνιον, πᾶσά τε δι’ αὐτοῦ γέγονεν ἐπανόρθωσις, καὶ πλεονεξίας ἀνατροπὴ καὶ δικαιοσύνης εὕρεσις· καὶ τί γὰρ οὐχὶ τῶν τεθαυμασμένων δι’ αὐτοῦ πεπλουτήκαμεν; ἰδοὺ τοίνυν φησὶν ἀποστελω τὸν ἄγγελόν
μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου. ἔοικε δὲ διὰ τούτων τῆς τοῦ ἁγίου βαπτιστοῦ λειτουργίας ποιεῖσθαι προαναφώνησιν. ἔφη γάρ που καὶ αὐτὸς ὁ Χριστός “ Οὗτός 5 “ ἐστι περὶ οὗ γέγραπται Ἴδου ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν 6 “ μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου
“ ἔμπροσθεν σου.’’ οὕτως ἡμῖν αὐτὸν καὶ ὁ θεσπέσιος ῾Ησαΐας ἐσήμηνε λέγων “ Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ 7 “ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους “ τοῦ Θεοῦ ἡμῶν.’’ οὗ δὴ γεγονότος, φησὶ, καὶ προδεδραμηκότος βραχὺ τοῦ ἀγγέλλειν τὰ τοιάδε προστεταγμένου,
Ἐξαίφνης ἥξει φησὶν εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς καὶ ὁ ἄγγελος τῆς διαθήκης ὂν ὑμεῖς θέλετε· διισχυρίζεται δὲ 8 καὶ ὁ μακάριος Ἰωάννης, λέγων τοῖς ἐρχομένοις ἐπὶ τὸ τῆς μετανοίας βάπτισμα “ Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται 9 “ δὲ ὀπίσω μου ἀνὴρ οὗ οὐκ εἰμὶ ἱκανὸς ἵνα κύψας λύσω
“ τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. ἐκεῖνος ὑμᾶς βαπτίσει “ ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί.’’ συνίης οὖν, ὅπως κατόπιν εὐθὺς καὶ μονονουχὶ κατὰ πόδας τοῦ προαγγέλλοντος ἐβάδιζεν ὁ Χριστὸς, ἑαυτὸν ἐμφανῆ καθιστὰς τοῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ οἷον ἐξαίφνης καὶ ἀδοκήτως ἐπιφαινόμενος. 10 11 ἄγγελον γεμὴν ὠνομᾶσθαί φαμεν τὸν θεσπέσιον Βαπτιστὴν, οὐ διά γε τὴν φύσιν· γεγέννητο γὰρ ἐκ γυναικὸς, καὶ ἦν ἄνθρωπος καθ’ ἡμᾶς· ἁλλ’ ὅτι τὴν τοῦ τὰ τοιάδε διακηρύττειν καὶ ἀπαγγέλλειν ἡμῖν ἐγκεχείρισται λειτουργίαν. οὐκοῦν ἀπὸ τοῦ πράγματος ἡ κλῆσις, καὶ οὐκ οὐσίας ἀγγέλου ἔσται
σημαντικὴ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.