2 “ Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν “ ἐξ ἡμῶν, μεμενήκεσαν ἃν μεθ’ ἡμῶν.’’ οὗτοι τὴν θείαν 3 εὐγένειαν ἀποβεβληκότες, ἀπονοσφιζόμενοί τε τοῦ ἱεροῦ καὶ ἀπολέκτου γένους τοῦ γεγονότος εἰς περιποίησιν· διὰ πίστεως 4 δὲ δηλονότι τῆς ἐν Χριστῷ· οἱ τοιοῦτοι γοῦν πυρὸς ἔσονται τοῦ παμφάγου τροφή. ἐν ἴσῃ δὲ μοίρᾳ κείσονται παρὰ Θεῷ
καὶ οἱ ποιοῦντες ἄνομα, κἂν εἰ ἐγκρίνοιντο τυχὸν τοῖς πεπιστευκόσι 5 καὶ ἐξειλεγμένοις, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδόσι Θεόν. οὐ γὰρ ἀπόχρη τοῦτο αὐτοῖς εἰς ἀπόνιψιν ἁμαρτίας, εἴπερ ἐστὶν ἀληθὲς, ὡς “ πίστις χωρὶς ἔργων νεκρά 6 “ ἐστι.’’ δικαιοῖ μὲν γὰρ ἡ πίστις ἡ εἰς Χριστὸν, καὶ τῆς τῶν
προεπταισμένων ἀπαλλάττει κηλῖδος. εἰ δὲ δή τις μετὰ τοῦτο ῥᾴθυμός τε καὶ ἀναπεπτωκὼς εὑρίσκοιτο, πρός τε τὰ σαρκὸς καὶ τὰ τοῦ κόσμου πάθη ἐπιρρεπὴς, νενέκρωκεν οἱονείπως ἐν ἑαυτῶ τὴν πίστιν, προστιθεὶς μὲν οὐδὲν τῶν 7 ἐπαίνου μένων, παλινδρομήσας δὲ μᾶλλον ἐπὶ τὴν ἀρχαίαν
τοῦ βίου σκαιότητα. περὶ τῶν τοιούτων φησὶ καὶ ὁ θεσπέσιος μαθητής “ κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι 8 τὴν ὀδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω “ ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· “ συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας Κύων
“ ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον, καὶ ὗς λουσαμένη εἰς “ κύλισμα βορβόρου.’’ οὐκοῦν ἐν ἴσῳ τοῖς ἀλλογενέσι καὶ 9 οἱ ποιοῦντες ἄνομα, οἳ καὶ ἔσονται καλάμη, καταφλεχθήσονται δὲ οὕτως ὡσανεὶ κἀκείνη πυρὸς ἐπενηνεγμένου. μένου. συνάγεται γὰρ ὁ σῖτος εἰς ἀποθήκην, καθὰ καὶ ὁ Σωτῆρ’ φησι περὶ 10
τῶν ἁγίων θεριστῶν· τὸ δὲ ἄχυρον κατακαίεται πυρὶ ἀσβέστῳ. Ib.xiii. καὶ οὐ μὴ ὑπολειφθῇ αὐτοῖς ῥίζα οὐδὲ κλῆμα, τουτέστιν, οὐδεμίαν ἕξουσιν ἐλπίδα τοῦ καὶ αὖθις ἀναφυῆναι πρὸς ζωὴν, ζωὴν δέ φημι τὴν ἀξιέραστόν τε καὶ ὡς ἐν δόξῃ τῇ παρὰ Θεῷ, τὴν ὡς ἐν ἁγιασμῷ καὶ μακαριότητι νοουμένην. ῥίζης b
μὲν γὰρ οὐκ εἰσάπαν ἐκκεκομμένης, οὔτε μὴν κλήματος οἷον ἐκ βάθους ἐξῃρημένου, σώζεταί τις ἐλπὶς τοῦ καὶ 11 12 ἀναφῦναι πάλιν· “ Ἔστι γὰρ δένδρῳ ἐλπὶς,” κατὰ τὸ γεγραμμένον· “ ἐὰν γὰρ ἐκκοπῇ, πάλιν ἐπανθήσει, καὶ ὁ ῥάδαμνος “ δὲ αὐτῆς οὐ μὴ ἐκλίπῃ.’’ εἰ δὲ δὴ κάτωθεν καὶ ἐξ αὐτῆς, ὡς ἔφην, ἀναβοθρεύοιτο ῥίζης, καὶ ἀγρίαν τῶν φυμάτων ὑπομένοι τομὴν, συνδιολεῖται πάντως αὐτῶ ἐλπὶς ἅπασα
τοῦ καὶ εἰσαῦθις ἀναφυῆναι δύνασθαι πρὸς ζωήν. οὐκοῦν 13 ὡς ἐξ ὁμοιότητος τῆς τῶν φυτῶν ἐξῃρῆσθαί φησιν ἅπασαν τῶν φιλαμαρτημόνων μόνων ἐλπίδα. καὶ τοῦτο σαφῶς ὁ 14 ῾Ησαΐας ἐπαγγέλλεται λέγων “῾Ο σκώληξ αὐτῶν οὐ τελευ- “ τήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται
“ εἰς ὅρασιν πάσῃ σαρκί.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.