ἔφη γὰρ ὧδέ τις τῶν ἁγίων μαθητῶν. ἥξει τοίνυν φησὶν ὡς κλίβανος ἡ ἡμέρα Κυρίου, καὶ καταφλέξει μὲν ἅπαντας τοὺς ἀλλογενεῖς, προσθήσει δὲ τούτοις καὶ τοὺς ποιοῦντας 2 τὰ ἄνομα· μία γὰρ ἔσται τις κατ’ ἀμφοῖν ἡ δίκη. ἄθρει δὲ ὅπως ἀστειότατα νυνὶ διαμέμνηται τῶν ἀλλογενῶν.
3 ἐπειδὴ γὰρ αὐτοὺς ἐμακάριζον λέγοντες “ καὶ νῦν ἡμεῖς “ μακαρίζομεν ἀλλοτρίους, καὶ οἰκοδομοῦνται ποιοῦντες “ ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν,’’ ταύτῃτοι καταφλεχθήσεσθαί φησιν αὐτοὺς, ὡς τῇ τοῦ Θεοῦ δόξη πεπολεμηκότας, 4 καὶ προσκυνεῖν ἑλομένους τῇ κτίσει παρὰ τὸν
κτίσαντα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.