περιτεύξεται τῷ Θεῷ, καὶ ἀποσωρεύσει μὲν ἐν οὐρανοῖς, φάγεται δὲ τοὺς καρποὺς τῶν ἰδίων πόνων, κατὰ τὸ γεγραμμένον, 2 καὶ οὐκ ἔσται κατ᾿ ἐκεῖνον τὸν ἀπηνῆ τε καὶ ανουστατὸν πλούσιον, οὗ τὴν χώραν εὐφορηκέναι φησὶν ὁ Σωτῆρ ἐν παραβολαῖς εὐαγγελικαῖς. ὁ μὲν γὰρ ἔφασκε “Τί 3 4 “ποιήσω; καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, “ καὶ ἐρῶ τῇ ψυχῇ μου ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ 5 “ κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου.” σκεπτομένῳ δὲ τὰ τοιάδε καὶ ἀμαθαίνοντι ὁ Θεός “ Ἄφρον, φησὶ, 6 “ ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ 7 “ ἡτοίμασας, τίνι ἔσται;” οὐκοῦν, ὡς ἔφην, εὐλογίας ἔμπλεως ὁ κοίνων ἰκός· ὁ τοιοῦτος ἕξει καὶ νοητοὺς ὑετοὺς κατάρδοντας τὴν καρδίαν, καὶ ἱκανῶς κατευφραίνοντας, ῥαίνοντας, καὶ τοὺς τῆς εὐσεβείας ἐκδώσει καρποὺς, ἄλλοτε ἄλλως, καὶ 8 οἱονεί πὼς διεσταλμένους, τοῦτο μὲν ἀγάπη, τοῦτο δὲ χρηστότητι
καὶ φιλαλληλίᾳ, ἀνδρείᾳ τε καὶ ὑπομονῇ διαπρέπων· ἔσται δὲ οἷά τις εὖ καρπὸς καὶ γονιμωτάτη γῆ, λαμπρός τε 9 καὶ διαβόητος καὶ τρισμακάριος ἀληθῶς. “ Αἱρετὸν “ ὄνομα καλὸν ἢ πλοῦτος πολὺς,’’ καθὰ γέγραπται.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.