πραγμάτων ἀναμαθεῖν, ὡς ἔσται πάντως αὐτοῖς τὸ καρποφορεῖν ὀνησιφόρον. καὶ εἰ τοῦτο δρᾶν ἕλοιντο, καταδώσειν ἐπαγγέλλεται καὶ τὴν τῶν ὑετῶν ἄφθονον χορηγίαν, ἀμφιλαφῆ δὲ νεῖμαι τὴν εὐλογtaaόι, ὡς ἔχειν αὐτοὺς τῶν ἐδωδίμων ἄφθονον τὴν αὐτάρκειαν, καὶ ἁπαξαπλῶς τῶν ἐκ γῆς ἀγαθῶν b
τὴν ἀποχρῶσαν μέθεξιν. διαστελῶ γάρ φησιν ὑμῖν εἰς βρῶσιν. τὸ δὲ διαστελῶ νοήσεις ἢ ἀφοριῶ, ἤγουν ὅτι τῶν ἐκ γῆς φυομένων ἕκαστον ἴδιον ἔχειν καιρὸν, καθ᾿ ὃν ἢ γίνεται τυχὸν ἢ πεπαίνεται. ὅτι δὲ βλάβης ἁπάσης ἀμείνων ἔσται τῆς γῆς ὁ καρπὸς, πολύβοτρυς δὲ καὶ εὐοινοτάτη λίαν ἡ ἐν
ἀγροῖς ἄμπελος, ὑπισχνεῖται σαφῶς, ὧν εἰς πέρας ἐνηνεγμένων, μακαρίους τέ φησιν ἔσεσθαι λοιπὸν, καὶ οἷά τινα γῆν θελητὴν ὀνομάζεσθαι, τουτέστι, τὴν ἀξιέραστον διά τοι τὴν 2 εὐκαρπίαν καὶ γονιμότητα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.