τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαιῶν, καὶ λέγετε Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας· καὶ ὑμεῖς πληρώσατε τὸ
2 μέτρον τῶν πατέρων ὑμῶν. οὔκουν ἀναγκαῖον ἧμας, εἴπερ ἐσμὲν ἀληθῶς ἀρτίφρονες, καὶ ἐν νῷ τῷ καθεστηκότι, ζηλοῦν ὅτι μάλιστα τοὺς τῶν πατέρων δοκιμωτάτους, ἀποσείεσθαι δὲ τῶν μὴ ἀγαθῶν τὴν μίμησιν. ἢ εἰ μὴ τοῦτο
δρᾶν ἕλοιτό τις, ἕποιτο γεμὴν ἁπλῶς καὶ ἀβασανίστως τοῖς ἐν χρόνῳ προειληφόσιν, ἔσται δὴ πάντως προσεοικὼς τοῖς Ἑλλήνων παισὶν, οὓς εἴπερ τις καταμωμήσαιτο ὅτι, μεθέντες τῆς ἀληθείας τὴν γνῶσιν καὶ τὸν φύσει Θεὸν 3 καταλελοιπότες, προσκυνοῦσι λίθοις, τὴν τῶν ἰδίων πατέρων
ἀειλογοῦσι συνήθειαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.