ῥημάτων. τὸ γὰρ οἴεσθαί ’ς, ἢ μετατετράφθαι τὸν τῶν ὅλων Θεὸν ἀπό γε τοῦ θέλειν τὰ ἀγαθὰ πρὸς τὸ ἐναντίον, ἢ ἀγαπᾶν μὲν οὐκέτι τὴν δικαιοσύνην, ἀποδέχεσθαι δὲ τοὺς 1 τῆς φαυλότητος ἐραστὰς, πῶς οὐκ ἀμαθὲς, μᾶλλον δὲ ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, καὶ τῆς ἀνωτάτω δυσσεβείας μεμεστωμένον; ὅταν τοίνυν ὑπὸ κρίσιν ἴδητε καλουμένους, 2 φησὶ, τάς τε παρ’ ὑμῖν φαρμακοὺς, ἤγουν ἐπῳδούς· γύναια δὲ πάντως ψίθυρά τε καὶ βωμολόχα ταυτί· καὶ τοὺς τῶν
ἑτέρων κακῶν ἐπιτηδευτὰς, τότε, φησὶν, ἐπιγνώσεσθε διὰ πραγμάτων αὐτῶν, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ πάλαι τε καὶ νῦν ἀγαθός τε ὁμοῦ καὶ φιλάρετος. οὐ γὰρ οἶδα τροπὴν ἢ ἀλλοίωσιν. ἀλλ’ ἐγὼ μέν εἰμι διαπαντὸς καὶ ἀμεταστάτως τοῦθ’ ὅπερ εἰμί· ὑμεῖς δὲ, φησὶ, καίτοι γεγονότες ἐξ
’Ιακὼβ, ἀνδρὸς φιλοθέου καὶ ἀγαθοῦ καὶ μεμισηκότος ἀεὶ 3 τὸ ἐξήνιον, καὶ Θεῷ δουλεύοντος, οὐ τῶν ἐκείνου τρόπων γεγόνατε ζηλωταί· μεμίμησθε δὲ μᾶλλον τῶν καθ’ ὑμᾶς πατέρων τὸ ἀπειθὲς καὶ δυσάγωγον, οἳ καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀπῴχοντο μὲν αἰχμάλωτοι, τὴν ἐνεγκοῦσαν ἀφέντες,
δεδουλεύκασι δὲ τοῖς ᾑρηκόσιν ἐχθροῖς. ἐξεκλίνατε δὲ καὶ ὑμεῖς ἐκ τῶν ἐμῶν νομίμων καὶ οὐκ ἐφυλάξασθε. οὐκοῦν ὁ μὲν Θεὸς ἄτρεπτος ἀεὶ, καὶ οἱονεὶ πεπηγὼς εἰς τὸ ἀγαθὸν, καὶ ἀκράδαντος εἰς δικαιοσύνην· οἱ δὲ γεγόνασι μονονουχὶ 4 τὸ ἄτρεπτον ἐν κακίᾳ τετηρηκότες, καὶ τῆς τῶν πατέρων
ἀνοσιότητος ἄριστοι μιμηταί.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.