γὰρ ὀνομάζει φαρμακοὺς καὶ μοιχαλίδας, εἶτα τοὺς ὀμνύοντας ἐπὶ ψεύδει· κεκρυμμένα δὲ ταῦτα καὶ λεληθότως δρώμενα· τίς γὰρ ἂν ὅλως γοητεύσειεν ἐμφανῶς ; ἢ πῶς ἂν ἕλοιτο μοιχαλὶς ὁρᾶσθαι πρός τινος ; ἐν σπουδῇ δὲ οἶμαι τὸ λαθεῖν καὶ τοῖς ψευδορκεῖν ᾑρημένοις. ἀσυνετοῦντας δὲ τοὺς τοιούτους
1 ἀπελέγξει λέγων ὁ μακάριος Δαυείδ “ Συνετὲ δὴ ἄφρονες 2 “ ἐν τῷ λαῷ, καὶ μωροὶ πότε φρονήσατε ; ὁ φυτεύσας τὸ “ οὖς οὐχὶ ἀκούει ; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ “ κατανοεῖ ; ” ἄποπτον γὰρ τῷ Θεῷ παντελῶς οὐδέν· οἶδε δὲ μόνος τὰ κεκρυμμένα καὶ τὰ ἐμφανῆ τῶν κακῶν. ἀλλ’
3 ἐκεῖνα μὲν τὰ λεληθότως καὶ ὡς ἐν σκότει δρώμενα· προσεπάγει γεμὴν αὐτοῖς καὶ τὰ ἐμφανῆ, τὸ ἀποστερῆσαι μισθόν φημι μισθωτοῦ, πλεονεξίαν τε καὶ καταδυναστείαν, ἣν ἃν ποιοῖντό τινες κατὰ τῶν ἀσθενεστέρων, χηρῶν δὴ
λέγω καὶ ὀρφανῶν. προστίθησι δὲ τούτοις καὶ τοὺς διαστρέφοντας τὰ ὀρθὰ τῶν κριμάτων καὶ τοὺς μὴ φόβου μέν οὑς 4 αὐτόν. οὗτοι δ’ ἃν εἶεν καὶ οἱ καθ’ ἕτερόν τινα τρόπον παρά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους λυποῦντες τὸν Θεόν. ἔσομαι τοίνυν φησὶ κριτὴς καὶ μάρτυς ταχὺς καὶ αὐτόμολος
ἐπὶ φαρμακοὺς καὶ μοιχαλίδας, καὶ τοὺς τῶν ἑτέρων κακῶν ἐπιτηδευτάς. εἰκὸς δὲ δὴ τὰ τοιάδε κατ’ ἐκεῖνο καιροῦ τολμᾶσθαι παρά τισι, καὶ ἐπ’ αὐτοῖς γίνεσθαι κατὰ Θεοῦ τὴν τῶν πολλῶν γλωσσαλγίαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.