ἐξ Ἰσραήλ “Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον αὐτοῦ, “ καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς “ δικαιοσύνης;” καὶ τίς ἡ πρόφασις τῆς οὕτω δεινῆς ἀθυροστομίας, εἴρηται μὲν ἤδη· πλὴν εἰρήσεται πάλιν. ἐπειδὴ γὰρ ἀφυλάκτως τινὲς τῶν ἱερουργῶν καὶ μέντοι 1
τῶν ἄλλων οἳ διαφανέστεροί τε ἦσαν καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐμπρέποντες, ἐπὶ πάντα τρόπον σκαιότητος καὶ ἐγχειρημάτων ἤεσαν, ἐφαίνετο δὲ καὶ πέρα μετροῦ ἀνεξικακήσας Θεὸς αὐτοῖς· ἔστι γὰρ ἀγαθὸς, χρηστὸς, ἐπιεικὴς, καὶ φιλάνθρωπος· ταύτῃτοί τινες τοὺς ἐξ ἀκράτου μικροψυχίας
ἠρεύγοντο λόγους. ἀλλ’ ὅτι μὲν ἔσται κατὰ καιροὺς μεταφοίτησις εἰς τὸ ἄμεινον τῶν τεταγμένων εἰς ἱερουργίαν, 2 μεταπλάττοντος αὐτοὺς εἰς καινότητα ζωῆς τοῦ Χριστοῦ, καὶ μετατιθέντος εἰς εὐκοσμίαν καὶ εἰς εὐκλεᾶ πολιτείαν 3 καὶ ζωὴν, διαμεμήνυκεν ἐναργῶς. ὅτι δὲ τοὺς τῆς φαυλότητος ἐπιτηδευτὰς οὐκ ἂν ἀποδέξοιτο τότε, οὐδ’ ἃν ἀξιώσειεν ἐπαίνων τε καὶ λόγου· κρινεῖ δὲ μᾶλλον αὐτοὺς, καὶ τῶν
ἐκτόπως βεβιωμένων ἐξαιτήσει δίκας, διατρανοῖ λέγων Καὶ προσαξω πρὸς υμας ἐν κρισει, τουτεστιν ὡς κριτὴς προσενεχθήσομαι, καὶ ἐσομαι μάρτυς ταχὺς, αὐτόμολος δηλονότι καὶ ὑπ’ οὐδενὸς κεκλημένος. καταψηφιοῦμαι γὰρ τῶν πονηρῶν τὴν δίκην. καὶ τὸ μὲν ἐπ’ αὐτοὺς ἐξοίσω τὸ κρῖμα·
4 οὐχ ἑτέρου τινὸς τὰ ἐν αὐτοῖς ἐκκαλύπτοντος, ἀλλ’ εἰδὼς ὡς Θεὸς τὰ ἀφανῆ τε καὶ κεκρυμμένα, καὶ διὰ τοῦ συνειδότος καταμαρτυρῶν ἑκάστου τῶν ἡμαρτηκότων. ἔφη ’δε που καὶ 5 ὁ θεσπέσιος Παῦλος, παραστήσεσθαι κατὰ καιροὺς τῷ Rom. ii. κριτῇ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, “ μεταξὺ ἀλλήλων τῶν
λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ “ ἧ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ “ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χροστοῦ.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.