κατ’ ἐκείνους, οὔτε μὴν βεβηλοῦντες τὸ θυσιαστήριον διὰ 1 τοῦ προσάγειν ἄρτους ἠλισγημένους· ἀλλ’ ὡς ἐν τάξει θυμιαμάτων προσκομίζοντες τῷ Θεῷ τὴν δικαιοσύνην, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν νοητὴν εὐοσμίαν. εὐπαράδεκτον δὲ οὕτως ἐπιτελέσουσι τὴν λατρείαν, ὡς κατὰ μηδένα
2 τρόπον ἀποδεῖν αὐτὴν τῶν πρεπουσῶν θυσιῶν ταῖς ἡμέραις τοῦ αἰῶνος, τουτέστι, τῇ ζωῇ τῶν ἐν οὐρανοῖς ἁγίων πνευμάτων, οἳ διηνεκεῖς καὶ μακρὰς τρίβουσι ἡμέρας, ἤτοι χρόνους· ἰσοῦσθαι δὲ καὶ τοῖς χρόνοις τοῖς ἔμπροσθεν, τουτέστι τῇ τῶν ἁγίων λατρείᾳ, οἳ κατὰ τοὺς χρόνους
γεγόνασι τοὺς ἔμπροσθεν. γέγονε γὰρ ἐν ὑπακοῇ τοῖς ἀρχαι- 3 οτέροις ἡ εὐδοκίμησις· οὕτως Ἀβραὰμ προσεκόμισε τὸν υἱὸν τῷ Θεῷ, “ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος 4 “ ἐκλήθη Θεοῦ.’’ οὕτω καὶ Νῶε “ κατεσκεύασε τὴν κιβωτὸν “ εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ,’’ καθὰ γέγραπται. οὐκοῦν
ἀρέσει φησὶν ἡ Θυσία τοῦ ’Ιούδα, τουτέστι, τοῦ λαοῦ τοῦ 5 τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν περιφέροντος, καὶ μέντοι τῆς ῾Ιερουσαλὴμ, τῆς νοητῆς δηλονότι, τουτέστι τῆς 6 Εκκλησίας· καθὰ καὶ ἡ τῶν ἐχόντων τὰς ἡμέρη τοῦ αἰῶνος καὶ ἡ τῶν κατὰ τοὺς ἔμπροσθεν χρόνους γεγονότων ἁγίων, οἳ γεγόνασιν εὐάρεστοι δι’ ὑπακοῆς καὶ πίστεως. ἀπαριθμεῖται δὲ καὶ τούτους ὁ θεσπέσιος Παῦλος ἐν τῆ πρὸς Ἑβραίους 7
ἐπιστολῇ, πίστει λέγων δικαιοῦσθαι πολλούς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.