Ἔσονται τῷ Κυρίῳ προσάγοντες. ἀνακεισόμεθα δὲ τῷ Θεῷ, ζῶντες μὲν ἑαυτοῖς οὐκέτι, προσκείμενοι δὲ ὁλοτρόπως τῆ εἰς αὐτὸν ἀγάπῃ, καὶ παντὶ δὴ σθένει κατορθοῦν ᾑρημένοι τὰ τοῖς θείοις αὐτοῦ δοκοῦντα νεύμασιν. ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος
Χριστοῦ “ Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες 1 “ μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι 2 “ καὶ ἐγερθέντι.’’ καταγράφων δὲ ἡμῖν ὥσπερ τῆς ἑαυτοῦ πολιτείας τὸ κάλλος, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ἐμφανῆ καθιστὰς, ἔφη πάλιν “ Χριστῷ συνεσταύ- 3
“ ῥῶμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ “ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ “ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. ἔσονται δὴ οὖν, φησὶ, προσάγοντες τῷ Κυρίῳ, τουτέστι, τοῖς 4 αὐτοῦ θελήμασιν ἀνακείσονται μόνοις, οὐ “ τὰ ἐπίγεια φρο- 5
“ νοῦντες,’’ οὐ τοὺς ἐκ τῆς ἀδικίας ἀγαπῶντες μολυσμοὺς, οὐ πλεονεξίαν τὴν κατά τινων τιμᾶν ᾑρημένοι, προσάγοντες δὲ μᾶλλον θυσίας δικαιοσύνης. καί μοι δοκεῖ σοφῶς δὴ λίαν ὁ Παῦλος εἰπεῖν “ Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, 6 “ ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. πρόσιμεν γὰρ
οἱ ἐν Χριστῷ κεκλημένοι πρὸς ἱερουργίαν δι’ αἱμάτων μὲν οὐκέτι καὶ καπνῶν, οὔτε μὴν ἀμνοὺς ἢ ἐρίφους προσκομίζομεν 7 τῷ Θεῷ, πληροῦμεν δὲ μᾶλλον ἐν ἐκκλησίαις τὴν ἐν Χριστῷ νοουμένην θυσίαν τὴν ἁγίαν καὶ πνευματικὴν, 8 καὶ αὐτὸν προθέντες εἰς ἁγιασμὸν, καὶ μέντοι καὶ εἰς μετάληψιν τῆς εἰς αἰῶνα ζωῆς, καθάπερ ἐξαίρετόν τι θυμίαμα, τὰς ἐξ ἔργων ἀγαθῶν προσκομίζομεν εὐωδίας, καὶ θύοντες αὐτῷ τὴν δικαιοσύνην, ὅτι καὶ ἐσόμεθα δεκτοὶ τεθαρσήκαμεν. 9 γέγραπται γὰρ ὅτι “ τίμα τὸν κύριον ἀπὸ σῶν δικαίων
10 “ πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.” 11 εὐαρεστεῖται γὰρ οὐχ ἑτέραις οἶμαι θυσίαις, πλὴν ὅτι τοιαύταις ο τῶν ὀλῶν Θεός.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.