καὶ παρανομίας ἔγκλημα καταγράφοντος τοῦ τολμῶντος ἐξάγειν καὶ ἀπονοσφίζεσθαι γυναικός. οἰκονομικώτατα τοίνυν διὰ τῶν προκειμένων οὔτε ἄπρακτον ἀποφαίνει τὴν ἀρχαίαν ἐντολὴν, οὔτε μὴν ἀνοσίων ἐγχειρημάτων αὐτὴν ποιεῖσθαι πρόφασιν ἐπιτρέπει τισίν. οὐ γὰρ ἐπειδήπερ
ἐφῆκεν ὁ νόμος δίδοσθαι τὸ βιβλίον, διὰ τοῦτο καὶ ἀνεύθυνοι διδόντες ὑμεῖς, ἵνα ταῖς ἀλλοφύλοις προσκέοισθε γυναιξίν. 2 ἀλλ’ εἰ καὶ ἔξεστιν ἀποστῆναι γυναίου, καὶ νομικαῖς τοῦτο πράττεσθαι ψήφοις, φυλάξασθε ἐν πνεύματι ὑμῶν τοῦ καταλεῖψαι γυναῖκα τὴν ἐκ νεότητος. τοῦτο γὰρ ἄμεινον, εἰ καὶ
ἐφῆκεν ὁ νόμος τοῖς ἐθέλουσι τὴν ἀπόστασιν. Ἐὰν δὲ μισήσας ἐξαποστείλης, λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· τουτέστιν, εἰ πιθανὴν καὶ εὐάφορμον ποιούμενος τὴν ἀποπομπὴν τῷ βιβλίῳ προσγράψειας Ὅτι μεμίσηκά τε, καὶ ἀποστελῶ· εἶτα, 3 καλύψειέ τις ἀσεβεια τὰ ἐνθυμήματά σου, τουτέστιν, εἰ περικαὶ—ὑμῶν
4 γένοιτο τῶν σῶν ἐνθυμημάτων ἀσεβὴς καὶ βέβηλος ἡδονὴ, καὶ πρόφασις μὲν εἰκαία τὸ μισῆσαί ἐστιν, εὑρίσκῃ δὲ τῆς ἑτέρων ὥρας ἡττώμενος, καὶ γυναίοις ὀθνείοις προσκεῖσθαι θέλων, φύλαξαι, μὴ ἐγκαταλίπῃς, ἢ ἐπάρατος ἔσῃ πάντη 5
τε καὶ πάντως· ἔφην γὰρ ὅτι “ Ἐξολοθρεύσει κύριος τὸν 6 “ ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ “ σκηνωμάτων Ἰακὼβ καὶ ἐκ πρόσ’ ἀγόντων θυσίαν Κυρίῳ “ Παντοκράτορι.” καὶ ταυτὶ μὲν ὅσον εἰς ἐμφανῆ τε καὶ πρόχειρον λόγον·
παραφυλακτέον δὲ καὶ τοῖς διὰ πίστεως κεκλημένοις εἰς ἁγιασμὸν, μὴ ἄρα πὼς ἀπενεχθεῖεν, ὡς πρὸς γυναῖκας ἀπηχθημένας Θεῷ καὶ ἀλλογενεῖς, εἰς τὰς βεβήλους αἱρέσεις. ἀπόχρη γὰρ αὐτοῖς εἰς καρποφορίαν πνευματικὴν τῶν τῆς 7 Ἐκκλησίας διδασκάλων ἡ καθαρά τε καὶ ἄμωμος παιδαγωγία,
μονονουχὶ δὲ καὶ τέκνων αὐτοὺς εὐγενῶν ἀποφαίνει πατέρας τίκτοντας νοητῶς ἐξ ἀγαθῆς καρδίας τὰ τῆς εἰς Θεὸν ἀγάπης αὐχήματα· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.