1 εἴρηται, φησὶ, διὰ τῆς Μωυσέως ἐντολῆς “ Οὐκ ἔσται “ ἄγονος οὐδὲ στείρα ἐν υἱοῖς Ἰσραήλ.” ἔφη ’δε που καὶ 2 πρὸς Ἁβραὰμ ὁ τῶν ὅλων Θεός “ Πληθύνων πληθυνῶ 3 “ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. ” οὐκοῦν ὁ θεῖος, φησὶ, σκοπὸς εἰς πληθὺν ὁρᾷ καὶ παιδογονίαν,
ἵνα καὶ εἰς πέρας ἄγοιτο τὸ πρέπον αὐτῇ τῆς πρὸς Ἁβραὰμ παιδογονίας ἡ χάρις· ἀλλ’ εἴτ' οὖν ἐξ ἀλλοτρίων, εἴτε ἐξ ὁμογενῶν τοῦτο πράττοιτο πρὸς ἡμῶν, ἀδιαφορεῖ τῷ Θεῷ, διεξάγεται γὰρ εἰς πέρας τὸ ἐπηγγελμένον. εἴπατε τοίνυν φησίν Ἔνεκεν τίνος ὁ Κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ
4 καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἢν ἐγκατέλιπες; ἀλλ’ εἴπερ ἕλοισθε τοῦτο λέγειν τό Ἕνεκα τίνος διεμαρτύρατο καὶ 5 προστέταχε μὴ δεῖν ἀποπέμπεσθαι τὴν συνῳκισμένην, ἐρῶ πρὸς τοῦτο κἀγώ Ἐννόησον ὅτι αὕτη κοινωνός σου καὶ γυνὴ
διαθήκης σου, τουτέστιν, ὁμόσαρκός σοι καὶ κατὰ νόμον συνῳκισμένη καὶ οὐκ ἄλλως αὐτὴν δεδημιούργηκε Θεός. ἔστι δὲ οἶμαι καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ μονονουχὶ Συγκέκραταί πὼς ὁ ἀνὴρ σαρκικῶς τε καὶ ψυχικῶς τῇ κατὰ νόμον συνηρμοσμένη· καὶ ὥσπερ ἓν γεγόνασι σῶμα, οὕτω 6
τρόπον τινὰ καὶ μία ψυχὴ, συνδεούσης αὐτοὺς ἀγάπης καὶ νόμου θείου συλλέγοντος εἰς ὁμοψυχίαν. ὑπόλειμμα τοίνυν πνεύματος τοῦ ἀνδρὸς τὴν γυναῖκα καλεῖ, καὶ οἱονεὶ μέρος τῆς αὐτοῦ ψυχῆς, διά τε τὴν ἕνωσιν, τὴν ὡς ἔν γε φημὶ τῇ κατὰ τὴν ἀγάπην ὁμοψυχίᾳ. μὴ τοίνυν πέρα τοῦ
πρέποντος ἰόντες λόγου καταιτιᾶσθε Θεὸν, ὡς τάχα που καὶ ἀδίκως ἐπιπλήττοντα τοῖς ἀποπέμπουσι τῆς ἑστίας γυναῖκα νεότητος καὶ κιδθήκης καὶ πνεύματος κοινωνὸν καὶ 7 ἑνωθεῖσαν σαρκικῶς. οἶμαι δὲ ἔγωγε τὸν σοφώτατον Παῦλον κεκινημένον ἐντεῦθεν ἐπιστεῖλαι τοῖς πεπιστευκόσιν
εἰς Χριστόν “ Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν.” ἔφη 8 δέ που καὶ αὐτὸς ὁ Σωτῆρ’ “Ὃς ἃν ἀπολύσῃ τὴν γυναῖκα “ αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι “ καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται.” ἐρομένοις δὲ τοῖς Σαδδουκαίοις καὶ φιλοζητηταῖς Ἀνθ’ ὅτου “ Μωυσῆς 9
“ ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου” καὶ ἀπαλλάττεσθαι γυναικός; ἔφη πάλιν “Ὅτι Μωυσῆς πρὸς τὴν σκληρο- 10 “ καρδίαν ὑμῶν ἐνετείλατο· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως· “ ὁ γὰρ πλάσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. ὃ οὖν 11 “ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. 12 καὶ φυλάσσεσθε ἐν τῷ πνεύματι ὑμῶν, κοὶ γυναῖκα νεότητὸς
σου μὴ ἐγκαταλίπης· ἀλλ' ἐὰν μισήσας ἐξαποστείλης, λέγει Κύριος Παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραὴλ, καλύψει ἀσέβεια ἐΜ τὰ ἐνθυμήματα ὑμῶ, λέγει Κύριος· καὶ φυλάζεσθε ἑ τῶ πνεύματι ὑμῶν κὼ οὐ μὴ ἐγκαταλίπητε Τὴμ συνθήκην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.