αὐτοῦ θεσπίσμασιν ἀντεξάγειν ἐπιχειρῶν τὰς ἐν κόσμῳ τρυφὰς, παραιτώμεθα τὴν ἀρὰν, καὶ λόγος μὲν ἐκείνων 1 2 γινέσθω μηδεὶς, ἐπειγώμεθα δὲ μᾶλλον τοῖς εἰς εὐπείθειαν αὐχήμασι τὰς ἑαυτῶν καταφαιδρύνειν ψυχάς. ἀπρακτήσει γὰρ οὕτω τὰ ἐξ ἀρᾶς, καὶ τοῖς ἐξ ἰδίας ἡμερότητος ἀγαθοῖς ὁ τῶν ὅλων ἡμᾶς καταπιανεῖ Δεσπότης.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.